en
Old Testament
1 And there happened to be there a rebel, whose name was Sheba the son of Bichri, a Benjamite. And he blew a trumpet, and said: “We have no share in David, Nor do we have inheritance in the son of Jesse; Every man to his tents, O Israel!”
1 ΚΑΙ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεέ, υἱὸς Βοχορὶ ἀνὴρ ὁ Ἰεμινί, καὶ ἐσάλπισε τῇ κερατίνῃ καὶ εἶπεν· οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ.
2 So every man of Israel deserted David, and followed Sheba the son of Bichri. But the men of Judah, from the Jordan as far as Jerusalem, remained loyal to their king.
2 καὶ ἀνέβη πᾶς ἀνὴρ Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀνὴρ Ἰούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἱερουσαλήμ.
3 Now David came to his house at Jerusalem. And the king took the ten women, his concubines whom he had left to keep the house, and put them in seclusion and supported them, but did not go in to them. So they were shut up to the day of their death, living in widowhood.
3 καὶ εἰσῆλθε Δαυὶδ εἰς οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ, καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε, καὶ ἦσαν συνεχόμεναι ἕως θανάτου αὐτῶν, χῆραι ζῶσαι.
4 And the king said to Amasa, “Assemble the men of Judah for me within three days, and be present here yourself.”
4 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαΐ· βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.
5 So Amasa went to assemble the men of Judah. But he delayed longer than the set time which David had appointed him.
5 καὶ ἐπορεύθη Ἀμεσσαΐ τοῦ βοῆσαι τὸν Ἰούδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυίδ.
6 And David said to Abishai, “Now Sheba the son of Bichri will do us more harm than Absalom. Take your lord’s servants and pursue him, lest he find for himself fortified cities, and escape us.”
6 καὶ εἶπε Δαυὶδ πρὸς Ἀμεσσαΐ· νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ Ἀβεσσαλώμ, καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.
7 So Joab’s men, with the Cherethites, the Pelethites, and all the mighty men, went out after him. And they went out of Jerusalem to pursue Sheba the son of Bichri.
7 καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ἰωὰβ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθον ἐξ Ἱερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
8 When they were at the large stone which is in Gibeon, Amasa came before them. Now Joab was dressed in battle armor; on it was a belt with a sword fastened in its sheath at his hips; and as he was going forward, it fell out.
8 καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών, καὶ Ἀμεσσαΐ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ' αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθε καὶ ἔπεσε.
9 Then Joab said to Amasa, “Are you in health, my brother?” And Joab took Amasa by the beard with his right hand to kiss him.
9 καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαΐ· εἰ ὑγιαίνεις σὺ ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαΐ τοῦ καταφιλῆσαι αὐτόν.
10 But Amasa did not notice the sword that was in Joab’s hand. And he struck him with it in the stomach, and his entrails poured out on the ground; and he did not strike him again. Thus he died. Then Joab and Abishai his brother pursued Sheba the son of Bichri.
10 καὶ Ἀμεσσαΐ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ἰωάβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε. καὶ Ἰωὰβ καὶ Ἀβεσσαΐ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί·
11 Meanwhile one of Joab’s men stood near Amasa, and said, “Whoever favors Joab and whoever is for David—follow Joab!”
11 καὶ ἀνὴρ ἔστη ἐπ' αὐτὸν τῶν παιδαρίων Ἰωὰβ καὶ εἶπε· τίς ὁ βουλόμενος Ἰωὰβ καὶ τίς τοῦ Δαυίδ, ὀπίσω Ἰωάβ;
12 But Amasa wallowed in his blood in the middle of the highway. And when the man saw that all the people stood still, he moved Amasa from the highway to the field and threw a garment over him, when he saw that everyone who came upon him halted.
12 καὶ Ἀμεσσαΐ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ἀνήρ, ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψε τὸν Ἀμεσσαΐ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ' αὐτὸν ἱμάτιον, καθότι εἶδε πάντα τὸν ἐρχόμενον ἐπ' αὐτὸν ἑστηκότα·
13 When he was removed from the highway, all the people went on after Joab to pursue Sheba the son of Bichri.
13 ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωάβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
14 And he went through all the tribes of Israel to Abel and Beth Maachah and all the Berites. So they were gathered together and also went after Sheba.
14 καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἀβὲλ καὶ εἰς Βαιθμαχὰ καὶ πάντες ἐν Χαρρί, καὶ ἐξεκκλησιάσθησαν, καὶ ἦλθον κατόπισθεν αὐτοῦ.
15 Then they came and besieged him in Abel of Beth Maachah; and they cast up a siege mound against the city, and it stood by the rampart. And all the people who were with Joab battered the wall to throw it down.
15 καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ' αὐτὸν τὴν Ἀβὲλ καὶ Βαιθμαχὰ καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς ὁ λαὸς μετά Ἰωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος.
16 Then a wise woman cried out from the city, “Hear, hear! Please say to Joab, ‘Come nearby, that I may speak with you.’ ”
16 καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν· ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ἰωάβ· ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν.
17 When he had come near to her, the woman said, “Are you Joab?” He answered, “I am.” Then she said to him, “Hear the words of your maidservant.” And he answered, “I am listening.”
17 καὶ προσήγγισε πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή· εἰ σὺ εἶ Ἰωάβ; ὁ δὲ εἶπεν· ἐγώ. εἶπε δὲ αὐτῷ· ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν Ἰωάβ· ἀκούω ἐγώ εἰμι.
18 So she spoke, saying, “They used to talk in former times, saying, ‘They shall surely seek guidance at Abel,’ and so they would end disputes.
18 καὶ εἶπε λέγουσα· λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες· ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Ἀβέλ, καὶ οὕτως εἰ ἐξέλιπον.
19 I am among the peaceable and faithful in Israel. You seek to destroy a city and a mother in Israel. Why would you swallow up the inheritance of the LORD?”
19 ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου;
20 And Joab answered and said, “Far be it, far be it from me, that I should swallow up or destroy!
20 καὶ ἀπεκρίθη Ἰωάβ, καὶ εἶπεν· ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ·
21 That is not so. But a man from the mountains of Ephraim, Sheba the son of Bichri by name, has raised his hand against the king, against David. Deliver him only, and I will depart from the city.” So the woman said to Joab, “Watch, his head will be thrown to you over the wall.”
21 οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφραίμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἰωάβ· ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ριφήσεται πρὸς σὲ διὰ τοῦ τείχους.
22 Then the woman in her wisdom went to all the people. And they cut off the head of Sheba the son of Bichri, and threw it out to Joab. Then he blew a trumpet, and they withdrew from the city, every man to his tent. So Joab returned to the king at Jerusalem.
22 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς Ἰωάβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπ' αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ἰωὰβ ἀπέστρεψεν εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα.
23 And Joab was over all the army of Israel; Benaiah the son of Jehoiada was over the Cherethites and the Pelethites;
23 Καὶ ὁ Ἰωὰβ πρὸς πάσῃ τῇ δυνάμει Ἰσραήλ, καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθὶ καὶ ἐπὶ τοῦ Φελεθί,
24 Adoram was in charge of revenue; Jehoshaphat the son of Ahilud was recorder;
24 καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺθ ἀναμιμνήσκων,
25 Sheva was scribe; Zadok and Abiathar were the priests;
25 καὶ Σουσὰ γραμματεύς, καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς,
26 and Ira the Jairite was a chief minister under David.
26 καί γε Ἰρὰς ὁ Ἰαρὶν ἦν ἱερεὺς τοῦ Δαυίδ.
NKJV translation