en
Old Testament
1 And Joab was told, “Behold, the king is weeping and mourning for Absalom.”
1 ΚΑΙ ἀνηγγέλη τῷ Ἰωὰβ λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Ἀβεσσαλώμ.
2 So the victory that day was turned into mourning for all the people. For the people heard it said that day, “The king is grieved for his son.”
2 καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων, ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ.
3 And the people stole back into the city that day, as people who are ashamed steal away when they flee in battle.
3 καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ.
4 But the king covered his face, and the king cried out with a loud voice, “O my son Absalom! O Absalom, my son, my son!”
4 καὶ ὁ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ. καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων· υἱέ μου Ἀβεσσαλώμ, Ἀβεσσαλὼμ υἱέ μου.
5 Then Joab came into the house to the king, and said, “Today you have disgraced all your servants who today have saved your life, the lives of your sons and daughters, the lives of your wives and the lives of your concubines,
5 καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπε· κατῃ£σχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου,
6 in that you love your enemies and hate your friends. For you have declared today that you regard neither princes nor servants; for today I perceive that if Absalom had lived and all of us had died today, then it would have pleased you well.
6 τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Ἀβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου.
7 Now therefore, arise, go out and speak comfort to your servants. For I swear by the LORD, if you do not go out, not one will stay with you this night. And that will be worse for you than all the evil that has befallen you from your youth until now.”
7 καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν.
8 Then the king arose and sat in the gate. And they told all the people, saying, “There is the king, sitting in the gate.” So all the people came before the king. For everyone of Israel had fled to his tent.
8 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθε πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην. καὶ Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.
9 Now all the people were in a dispute throughout all the tribes of Israel, saying, “The king saved us from the hand of our enemies, he delivered us from the hand of the Philistines, and now he has fled from the land because of Absalom.
9 Καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγοντες· ὁ βασιλεὺς Δαυὶδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων, καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ Ἀβεσσαλώμ·
10 But Absalom, whom we anointed over us, has died in battle. Now therefore, why do you say nothing about bringing back the king?”
10 καὶ Ἀβεσσαλώμ, ὃν ἐχρίσαμεν ἐφ' ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ρῆμα παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα.
11 So King David sent to Zadok and Abiathar the priests, saying, “Speak to the elders of Judah, saying, ‘Why are you the last to bring the king back to his house, since the words of all Israel have come to the king, to his very house?
11 καὶ ὁ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς Ἀβιάθαρ τοὺς ἱερεῖς λέγων· λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ἰούδα λέγοντες· ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα.
12 You are my brethren, you are my bone and my flesh. Why then are you the last to bring back the king?’
12 ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ;
13 And say to Amasa, ‘Are you not my bone and my flesh? God do so to me, and more also, if you are not commander of the army before me continually in place of Joab.’ ”
13 καὶ τῷ Ἀμεσσαΐ ἐρεῖτε· οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ.
14 So he swayed the hearts of all the men of Judah, just as the heart of one man, so that they sent this word to the king: “Return, you and all your servants!”
14 καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰούδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες· ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου.
15 Then the king returned and came to the Jordan. And Judah came to Gilgal, to go to meet the king, to escort the king across the Jordan.
15 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ἰορδάνου, καὶ ἄνδρες Ἰούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ἰορδάνην.
16 And Shimei the son of Gera, a Benjamite, who was from Bahurim, hurried and came down with the men of Judah to meet King David.
16 καὶ ἐτάχυνε Σεμεΐ υἱὸς Γηρὰ υἱοῦ τοῦ Ἰεμινὶ ἐκ Βαουρὶμ καὶ κατέβη μετὰ ἀνδρὸς Ἰούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυὶδ
17 There were a thousand men of Benjamin with him, and Ziba the servant of the house of Saul, and his fifteen sons and his twenty servants with him; and they went over the Jordan before the king.
17 καὶ χίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκ τοῦ Βενιαμὶν καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετ' αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ' αὐτοῦ καὶ κατεύθυναν τὸν Ἰορδάνην ἔμπροσθεν τοῦ βασιλέως
18 Then a ferryboat went across to carry over the king’s household, and to do what he thought good. Now Shimei the son of Gera fell down before the king when he had crossed the Jordan.
18 καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμεΐ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην
19 Then he said to the king, “Do not let my lord impute iniquity to me, or remember what wrong your servant did on the day that my lord the king left Jerusalem, that the king should take it to heart.
19 καὶ εἶπε πρὸς τὸν βασιλέα· μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ Ἱερουσαλήμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ,
20 For I, your servant, know that I have sinned. Therefore here I am, the first to come today of all the house of Joseph to go down to meet my lord the king.”
20 ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς Ἰσραὴλ καὶ οἴκου Ἰωσὴφ τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.
21 But Abishai the son of Zeruiah answered and said, “Shall not Shimei be put to death for this, because he cursed the LORD’s anointed?”
21 καὶ ἀπεκρίθη Ἀβεσσὰ υἱὸς Σαρουΐας καὶ εἶπε· μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεΐ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου;
22 And David said, “What have I to do with you, you sons of Zeruiah, that you should be adversaries to me today? Shall any man be put to death today in Israel? For do I not know that today I am king over Israel?”
22 καὶ εἶπε Δαυίδ· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ἰσραήλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ἰσραήλ.
23 Therefore the king said to Shimei, “You shall not die.” And the king swore to him.
23 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμέΐ· οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς.
24 Now Mephibosheth the son of Saul came down to meet the king. And he had not cared for his feet, nor trimmed his mustache, nor washed his clothes, from the day the king departed until the day he returned in peace.
24 καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐδὲ ὠνυχίσατο, οὐδὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ.
25 So it was, when he had come to Jerusalem to meet the king, that the king said to him, “Why did you not go with me, Mephibosheth?”
25 καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ἱερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· τί ὅτι οὐκ ἐπορεύθης μετ' ἐμοῦ, Μεμφιβοσθέ;
26 And he answered, “My lord, O king, my servant deceived me. For your servant said, ‘I will saddle a donkey for myself, that I may ride on it and go to the king,’ because your servant is lame.
26 καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθέ· κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ· ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου·
27 And he has slandered your servant to my lord the king, but my lord the king is like the angel of God. Therefore do what is good in your eyes.
27 καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου·
28 For all my father’s house were but dead men before my lord the king. Yet you set your servant among those who eat at your own table. Therefore what right have I still to cry out anymore to the king?”
28 ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου, ἀλλ' ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου· καὶ τί ἔστι μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;
29 So the king said to him, “Why do you speak anymore of your matters? I have said, ‘You and Ziba divide the land.’ ”
29 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον· σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν.
30 Then Mephibosheth said to the king, “Rather, let him take it all, inasmuch as my lord the king has come back in peace to his own house.”
30 καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα· καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ.
31 And Barzillai the Gileadite came down from Rogelim and went across the Jordan with the king, to escort him across the Jordan.
31 καὶ Βερζελλὶ ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλὶμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ἰορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ἰορδάνην·
32 Now Barzillai was a very aged man, eighty years old. And he had provided the king with supplies while he stayed at Mahanaim, for he was a very rich man.
32 καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναΐμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα.
33 And the king said to Barzillai, “Come across with me, and I will provide for you while you are with me in Jerusalem.”
33 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλί· σὺ διαβήσῃ μετ' ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ' ἐμοῦ ἐν Ἱερουσαλήμ.
34 But Barzillai said to the king, “How long have I to live, that I should go up with the king to Jerusalem?
34 καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα· πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ἱερουσαλήμ;
35 I am today eighty years old. Can I discern between the good and bad? Can your servant taste what I eat or what I drink? Can I hear any longer the voice of singing men and singing women? Why then should your servant be a further burden to my lord the king?
35 υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; καὶ ἱνατί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;
36 Your servant will go a little way across the Jordan with the king. And why should the king repay me with such a reward?
36 ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ἰορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην;
37 Please let your servant turn back again, that I may die in my own city, near the grave of my father and mother. But here is your servant Chimham; let him cross over with my lord the king, and do for him what seems good to you.”
37 καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρὸς μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.
38 And the king answered, “Chimham shall cross over with me, and I will do for him what seems good to you. Now whatever you request of me, I will do for you.”
38 καὶ εἶπεν ὁ βασιλεύς· μετ' ἐμοῦ διαβήτω Χαμαάμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα, ὅσα ἂν ἐκλέξῃ ἐπ' ἐμοί, ποιήσω σοι.
39 Then all the people went over the Jordan. And when the king had crossed over, the king kissed Barzillai and blessed him, and he returned to his own place.
39 καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ἰορδάνην, καὶ ὁ βασιλεὺς διέβη· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
40 Now the king went on to Gilgal, and Chimham went on with him. And all the people of Judah escorted the king, and also half the people of Israel.
40 καὶ διέβη ὁ βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετ' αὐτοῦ, καὶ πᾶς ὁ λαὸς Ἰούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ἰσραήλ.
41 Just then all the men of Israel came to the king, and said to the king, “Why have our brethren, the men of Judah, stolen you away and brought the king, his household, and all David’s men with him across the Jordan?”
41 καὶ ἰδοὺ πᾶς ἀνὴρ Ἰσραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπε πρὸς τὸν βασιλέα· τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ἰούδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ἰορδάνην καὶ πάντες ἄνδρες Δαυὶδ μετ' αὐτοῦ;
42 So all the men of Judah answered the men of Israel, “Because the king is a close relative of ours. Why then are you angry over this matter? Have we ever eaten at the king’s expense? Or has he given us any gift?”
42 καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ἰούδα πρὸς ἄνδρα Ἰσραὴλ καὶ εἶπαν· διότι ἐγγίζει πρός με ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ᾖρεν ἡμῖν;
43 And the men of Israel answered the men of Judah, and said, “We have ten shares in the king; therefore we also have more right to David than you. Why then do you despise us—were we not the first to advise bringing back our king?” Yet the words of the men of Judah were fiercer than the words of the men of Israel.
43 καὶ ἀπεκρίθη ἀνὴρ Ἰσραὴλ τῷ ἀνδρὶ Ἰούδα καὶ εἶπε· δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ· καὶ ἱνατί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ἰούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ἰσραήλ.
NKJV translation