en
Old Testament
1 And David numbered the people who were with him, and set captains of thousands and captains of hundreds over them.
1 ΚΑΙ ἐπεσκέψατο Δαυὶδ τὸν λαὸν τὸν μετ' αὐτοῦ καὶ κατέστησεν ἐπ' αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους.
2 Then David sent out one third of the people under the hand of Joab, one third under the hand of Abishai the son of Zeruiah, Joab’s brother, and one third under the hand of Ittai the Gittite. And the king said to the people, “I also will surely go out with you myself.”
2 καὶ ἀπέστειλε Δαυὶδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ Ἰωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβεσσὰ υἱοῦ Σαρουΐας ἀδελφοῦ Ἰωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθθὶ τοῦ Γεθθαίου. καὶ εἶπε Δαυὶδ πρὸς τὸν λαόν· ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ' ὑμῶν.
3 But the people answered, “You shall not go out! For if we flee away, they will not care about us; nor if half of us die, will they care about us. But you are worth ten thousand of us now. For you are now more help to us in the city.”
3 καὶ εἶπαν· οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ' ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ' ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν.
4 Then the king said to them, “Whatever seems best to you I will do.” So the king stood beside the gate, and all the people went out by hundreds and by thousands.
4 καὶ εἶπε πρὸς αὐτοὺς ὁ βασιλεύς· ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω. καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.
5 Now the king had commanded Joab, Abishai, and Ittai, saying, “Deal gently for my sake with the young man Absalom.” And all the people heard when the king gave all the captains orders concerning Absalom.
5 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθθὶ λέγων· φείσασθέ μοι τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσι τοῖς ἄρχουσιν ὑπὲρ Ἀβεσσαλώμ,
6 So the people went out into the field of battle against Israel. And the battle was in the woods of Ephraim.
6 καὶ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξεναντίας Ἰσραήλ, καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Ἐφραίμ.
7 The people of Israel were overthrown there before the servants of David, and a great slaughter of twenty thousand took place there that day.
7 καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.
8 For the battle there was scattered over the face of the whole countryside, and the woods devoured more people that day than the sword devoured.
8 καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα τῇ ἡμέρᾳ ἐκείνῃ.
9 Then Absalom met the servants of David. Absalom rode on a mule. The mule went under the thick boughs of a great terebinth tree, and his head caught in the terebinth; so he was left hanging between heaven and earth. And the mule which was under him went on.
9 καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ Ἀβεσσαλὼμ ἦν ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ περιεπλάκη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυΐ, καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθε.
10 Now a certain man saw it and told Joab, and said, “I just saw Absalom hanging in a terebinth tree!”
10 καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλε τῷ Ἰωὰβ καὶ εἶπεν· ἰδοὺ ἑώρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυΐ.
11 So Joab said to the man who told him, “You just saw him! And why did you not strike him there to the ground? I would have given you ten shekels of silver and a belt.”
11 καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῷ ἀναγγέλλοντι αὐτῷ· καὶ ἰδοὺ ἑώρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν ἐκεῖ εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν ἐδεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.
12 But the man said to Joab, “Though I were to receive a thousand shekels of silver in my hand, I would not raise my hand against the king’s son. For in our hearing the king commanded you and Abishai and Ittai, saying, ‘Beware lest anyone touch the young man Absalom!’
12 εἶπε δὲ ὁ ἀνὴρ πρὸς Ἰωάβ· καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω τὴν χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως, ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεύς σοι καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθθὶ λέγων· φυλάξατέ μοι τὸ παιδάριον τὸν Ἀβεσσαλὼμ
13 Otherwise I would have dealt falsely against my own life. For there is nothing hidden from the king, and you yourself would have set yourself against me.”
13 μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξεναντίας.
14 Then Joab said, “I cannot linger with you.” And he took three spears in his hand and thrust them through Absalom’s heart, while he was still alive in the midst of the terebinth tree.
14 καὶ εἶπεν ὁ Ἰωάβ· τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν Ἰωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Ἀβεσσαλὼμ ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυός.
15 And ten young men who bore Joab’s armor surrounded Absalom, and struck and killed him.
15 καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωὰβ καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ καὶ ἐθανάτωσαν αὐτόν.
16 So Joab blew the trumpet, and the people returned from pursuing Israel. For Joab held back the people.
16 καὶ ἐσάλπισεν Ἰωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ἰσραήλ, ὅτι ἐφείδετο Ἰωὰβ τοῦ λαοῦ.
17 And they took Absalom and cast him into a large pit in the woods, and laid a very large heap of stones over him. Then all Israel fled, everyone to his tent.
17 καὶ ἔλαβε τὸν Ἀβεσσαλὼμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ' αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα. καὶ πᾶς Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.
18 Now Absalom in his lifetime had taken and set up a pillar for himself, which is in the King’s Valley. For he said, “I have no son to keep my name in remembrance.” He called the pillar after his own name. And to this day it is called Absalom’s Monument.
18 καὶ Ἀβεσσαλὼμ ἔτι ζῶν ἔλαβε καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην, ἐν ᾗ ἐλήφθη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν· οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκα τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσε τὴν στήλην Χεὶρ Ἀβεσσαλὼμ ἕως τῆς ἡμέρας ταύτης.
19 Then Ahimaaz the son of Zadok said, “Let me run now and take the news to the king, how the LORD has avenged him of his enemies.”
19 καὶ Ἀχιμάας υἱὸς Σαδὼκ εἶπε· δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ, ὅτι ἔκρινε Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ.
20 And Joab said to him, “You shall not take the news this day, for you shall take the news another day. But today you shall take no news, because the king’s son is dead.”
20 καὶ εἶπεν αὐτῷ Ἰωάβ· οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ, ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανε.
21 Then Joab said to the Cushite, “Go, tell the king what you have seen.” So the Cushite bowed himself to Joab and ran.
21 καὶ εἶπεν Ἰωὰβ τῷ Χουσί· βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησε Χουσὶ τῷ Ἰωὰβ καὶ ἐξῆλθε.
22 And Ahimaaz the son of Zadok said again to Joab, “But whatever happens, please let me also run after the Cushite.” So Joab said, “Why will you run, my son, since you have no news ready?”
22 καὶ προσέθετο ἔτι Ἀχιμάας υἱὸς Σαδὼκ καὶ εἶπε πρὸς Ἰωάβ· καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί. καὶ εἶπεν Ἰωάβ· ἱνατί σὺ τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστι σοι εὐαγγέλια εἰς ὠφέλειαν πορευομένῳ.
23 “But whatever happens,” he said, “let me run.” So he said to him, “Run.” Then Ahimaaz ran by way of the plain, and outran the Cushite.
23 καὶ εἶπε· τί γὰρ ἐὰν δράμω; καὶ εἶπεν αὐτῷ Ἰωάβ· δράμε. καὶ ἔδραμεν Ἀχιμάας τὴν ὁδὸν τὴν τοῦ Κεχὰρ καὶ ὑπερέβη τὸν Χουσί.
24 Now David was sitting between the two gates. And the watchman went up to the roof over the gate, to the wall, lifted his eyes and looked, and there was a man, running alone.
24 καὶ Δαυὶδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῇρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ
25 Then the watchman cried out and told the king. And the king said, “If he is alone, there is news in his mouth.” And he came rapidly and drew near.
25 καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς· εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων.
26 Then the watchman saw another man running, and the watchman called to the gatekeeper and said, “There is another man, running alone!” And the king said, “He also brings news.”
26 καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπε· καὶ ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν ὁ βασιλεύς· καί γε οὗτος εὐαγγελιζόμενος.
27 So the watchman said, “I think the running of the first is like the running of Ahimaaz the son of Zadok.” And the king said, “He is a good man, and comes with good news.”
27 καὶ εἶπεν ὁ σκοπός· ἐγὼ ὁρῷ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Ἀχιμάας υἱοῦ Σαδώκ. καὶ εἶπεν ὁ βασιλεύς· ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται.
28 So Ahimaaz called out and said to the king, “All is well!” Then he bowed down with his face to the earth before the king, and said, “Blessed be the LORD your God, who has delivered up the men who raised their hand against my lord the king!”
28 καὶ ἐβόησεν Ἀχιμάας καὶ εἶπε πρὸς τὸν βασιλέα· εἰρήνη· καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.
29 The king said, “Is the young man Absalom safe?” Ahimaaz answered, “When Joab sent the king’s servant and me your servant, I saw a great tumult, but I did not know what it was about.”
29 καὶ εἶπεν ὁ βασιλεύς· εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν Ἀχιμάας· εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ἰωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ.
30 And the king said, “Turn aside and stand here.” So he turned aside and stood still.
30 καὶ εἶπεν ὁ βασιλεύς· ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη.
31 Just then the Cushite came, and the Cushite said, “There is good news, my lord the king! For the LORD has avenged you this day of all those who rose against you.”
31 καὶ ἰδοὺ ὁ Χουσὶ παρεγένετο καὶ εἶπε τῷ βασιλεῖ· εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέ σοι Κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ.
32 And the king said to the Cushite, “Is the young man Absalom safe?” So the Cushite answered, “May the enemies of my lord the king, and all who rise against you to do harm, be like that young man!”
32 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσί· εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν ὁ Χουσί· γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες, ὅσοι ἐπανέστησαν ἐπ' αὐτὸν εἰς κακά.
33 Then the king was deeply moved, and went up to the chamber over the gate, and wept. And as he went, he said thus: “O my son Absalom—my son, my son Absalom—if only I had died in your place! O Absalom my son, my son!”
33 καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσε· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν· υἱέ μου Ἀβεσσαλώμ, υἱέ μου, υἱέ μου Ἀβεσσαλώμ, τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ, Ἀβεσσαλώμ, υἱέ μου υἱέ μου.
NKJV translation