en
Old Testament
1 So Joab the son of Zeruiah perceived that the king’s heart was concerned about Absalom.
1 ΚΑΙ ἔγνω Ἰωὰβ υἱὸς Σαρουΐας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ Ἀβεσσαλώμ.
2 And Joab sent to Tekoa and brought from there a wise woman, and said to her, “Please pretend to be a mourner, and put on mourning apparel; do not anoint yourself with oil, but act like a woman who has been mourning a long time for the dead.
2 καὶ ἀπέστειλεν Ἰωὰβ εἰς Θεκωέ, καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπε πρὸς αὐτήν· πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς
3 Go to the king and speak to him in this manner.” So Joab put the words in her mouth.
3 καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ρῆμα τοῦτο· καὶ ἔθηκεν Ἰωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς.
4 And when the woman of Tekoa spoke to the king, she fell on her face to the ground and prostrated herself, and said, “Help, O king!”
4 καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπε· σῶσον, βασιλεῦ, σῶσον.
5 Then the king said to her, “What troubles you?” And she answered, “Indeed I am a widow, my husband is dead.
5 καὶ εἶπε πρὸς αὐτὴν ὁ βασιλεύς· τί ἐστί σοι; ἡ δὲ εἶπε· καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέθανεν ὁ ἀνήρ μου.
6 Now your maidservant had two sons; and the two fought with each other in the field, and there was no one to part them, but the one struck the other and killed him.
6 καί γε τῇ δούλῃ σου δύο υἱοί, καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν, καὶ ἔπαισεν ὁ εἷς τὸν ἕνα ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν.
7 And now the whole family has risen up against your maidservant, and they said, ‘Deliver him who struck his brother, that we may execute him for the life of his brother whom he killed; and we will destroy the heir also.’ So they would extinguish my ember that is left, and leave to my husband neither name nor remnant on the earth.”
7 καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν· δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ, οὗ ἀπέκτεινε, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσι τὸν ἄνθρακά μου τὸν καταλειφθέντα, ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς.
8 Then the king said to the woman, “Go to your house, and I will give orders concerning you.”
8 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὴν γυναῖκα· ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ.
9 And the woman of Tekoa said to the king, “My lord, O king, let the iniquity be on me and on my father’s house, and the king and his throne be guiltless.”
9 καὶ εἶπεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα· ἐπ' ἐμέ, κύριέ μου βασιλεῦ, ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος.
10 So the king said, “Whoever says anything to you, bring him to me, and he shall not touch you anymore.”
10 καὶ εἶπεν ὁ βασιλεύς· τίς ὁ λαλῶν πρός σε; καί ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ.
11 Then she said, “Please let the king remember the LORD your God, and do not permit the avenger of blood to destroy anymore, lest they destroy my son.” And he said, “As the LORD lives, not one hair of your son shall fall to the ground.”
11 καὶ εἶπε· μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν Κύριον Θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι καὶ οὐ μὴ ἐξάρωσι τὸν υἱόν μου· καὶ εἶπε· ζῇ Κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν.
12 Therefore the woman said, “Please, let your maidservant speak another word to my lord the king.” And he said, “Say on.”
12 καὶ εἶπεν ἡ γυνή· λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου βασιλέα ρῆμα. καὶ εἶπε· λάλησον.
13 So the woman said: “Why then have you schemed such a thing against the people of God? For the king speaks this thing as one who is guilty, in that the king does not bring his banished one home again.
13 καὶ εἶπεν ἡ γυνή· ἱνατί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν Θεοῦ; ἦ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ;
14 For we will surely die and become like water spilled on the ground, which cannot be gathered up again. Yet God does not take away a life; but He devises means, so that His banished ones are not expelled from Him.
14 ὅτι θανάτῳ ἀποθανούμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς, ὃ οὐ συναχθήσεται· καὶ λήψεται ὁ Θεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ' αὐτοῦ ἐξεωσμένον.
15 Now therefore, I have come to speak of this thing to my lord the king because the people have made me afraid. And your maidservant said, ‘I will now speak to the king; it may be that the king will perform the request of his maidservant.
15 καὶ νῦν ὃ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ρῆμα τοῦτο, ὅτι ὄψεταί με ὁ λαός, καὶ ἐρεῖ ἡ δούλη σου· λαλησάτω δὴ πρὸς τὸν κύριόν μου τὸν βασιλέα, εἴπως ποιήσει ὁ βασιλεὺς τὸ ρῆμα τῆς δούλης αὐτοῦ·
16 For the king will hear and deliver his maidservant from the hand of the man who would destroy me and my son together from the inheritance of God.’
16 ὅτι ἀκούσει ὁ βασιλεύς· ρυσάσθω τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας Θεοῦ.
17 Your maidservant said, ‘The word of my lord the king will now be comforting; for as the angel of God, so is my lord the king in discerning good and evil. And may the LORD your God be with you.’ ”
17 καὶ εἶπεν ἡ γυνή· εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν, ὅτι καθὼς ἄγγελος Θεοῦ, οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, καὶ Κύριος ὁ Θεός σου ἔσται μετὰ σοῦ.
18 Then the king answered and said to the woman, “Please do not hide from me anything that I ask you.” And the woman said, “Please, let my lord the king speak.”
18 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε πρὸς τὴν γυναῖκα· μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ ρῆμα, ὃ ἐγὼ ἐπερωτῶ σε. καὶ εἶπεν ἡ γυνή· λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς.
19 So the king said, “Is the hand of Joab with you in all this?” And the woman answered and said, “As you live, my lord the king, no one can turn to the right hand or to the left from anything that my lord the king has spoken. For your servant Joab commanded me, and he put all these words in the mouth of your maidservant.
19 καὶ εἶπεν ὁ βασιλεύς· μὴ ἡ χεὶρ Ἰωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ· ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων, ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ὁ δοῦλός σου Ἰωὰβ αὐτὸς ἐνετείλατό μοι, καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους·
20 To bring about this change of affairs your servant Joab has done this thing; but my lord is wise, according to the wisdom of the angel of God, to know everything that is in the earth.”
20 ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ρήματος τούτου ἐποίησεν ὁ δοῦλός σου Ἰωὰβ τὸν λόγον τοῦτον, καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ Θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ.
21 And the king said to Joab, “All right, I have granted this thing. Go therefore, bring back the young man Absalom.”
21 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωάβ· ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον· πορεύου, ἐπίστρεψον τὸ παιδάριον τὸν Ἀβεσσαλώμ.
22 Then Joab fell to the ground on his face and bowed himself, and thanked the king. And Joab said, “Today your servant knows that I have found favor in your sight, my lord, O king, in that the king has fulfilled the request of his servant.”
22 καὶ ἔπεσεν Ἰωὰβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησε καὶ εὐλόγησε τὸν βασιλέα, καὶ εἶπεν Ἰωάβ· σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ.
23 So Joab arose and went to Geshur, and brought Absalom to Jerusalem.
23 καὶ ἀνέστη Ἰωὰβ καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἤγαγε τὸν Ἀβεσσαλὼμ εἰς Ἱερουσαλήμ.
24 And the king said, “Let him return to his own house, but do not let him see my face.” So Absalom returned to his own house, but did not see the king’s face.
24 καὶ εἶπεν ὁ βασιλεύς· ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω καὶ ἀπέστρεψεν Ἀβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε.
25 Now in all Israel there was no one who was praised as much as Absalom for his good looks. From the sole of his foot to the crown of his head there was no blemish in him.
25 καὶ ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ἰσραὴλ αἰνετὸς σφόδρα, ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος.
26 And when he cut the hair of his head—at the end of every year he cut it because it was heavy on him—when he cut it, he weighed the hair of his head at two hundred shekels according to the king’s standard.
26 καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ ~καὶ ἐγένετο ἀπ' ἀρχῆς ἡμερῶν εἰς ἡμέρας, ὡς ἂν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπ' αὐτὸν~ καὶ κειρόμενος αὐτὴν ἔστησε τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ.
27 To Absalom were born three sons, and one daughter whose name was Tamar. She was a woman of beautiful appearance.
27 καὶ ἐτέχθησαν τῷ Ἀβεσσαλὼμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημάρ· αὕτη ἦν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τῷ Ροβοὰμ υἱῷ Σαλωμὼν καὶ τίκτει αὐτῷ τὸν Ἀβιά.
28 And Absalom dwelt two full years in Jerusalem, but did not see the king’s face.
28 καὶ ἐκάθισεν Ἀβεσσαλὼμ ἐν Ἱερουσαλὴμ δύο ἔτη ἡμερῶν, καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε.
29 Therefore Absalom sent for Joab, to send him to the king, but he would not come to him. And when he sent again the second time, he would not come.
29 καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ πρὸς Ἰωὰβ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν· καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν, καὶ οὐκ ἠθέλησε παραγενέσθαι.
30 So he said to his servants, “See, Joab’s field is near mine, and he has barley there; go and set it on fire.” And Absalom’s servants set the field on fire.
30 καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τοὺς παῖδας αὐτοῦ· ἴδετε, ἡ μερὶς ἐν ἀγρῷ τοῦ Ἰωὰβ ἐχόμενά μου, καὶ αὐτῷ ἐκεῖ κριθαί, πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί· καὶ ἐνέπρησαν οἱ παῖδες Ἀβεσσαλὼμ τὴν μερίδα. καὶ παραγίνονται οἱ δοῦλοι Ἰωὰβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπον· ἐνεπύρισαν οἱ δοῦλοι Ἀβεσσαλὼμ τὴν μερίδα ἐν πυρί.
31 Then Joab arose and came to Absalom’s house, and said to him, “Why have your servants set my field on fire?”
31 καὶ ἀνέστη Ἰωὰβ καὶ ἦλθε πρὸς Ἀβεσσαλὼμ εἰς τὸν οἶκον καὶ εἶπε πρὸς αὐτόν· ἱνατί ἐνεπύρισαν οἱ παῖδές σου τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί;
32 And Absalom answered Joab, “Look, I sent to you, saying, ‘Come here, so that I may send you to the king, to say, “Why have I come from Geshur? It would be better for me to be there still.” ’ Now therefore, let me see the king’s face; but if there is iniquity in me, let him execute me.”
32 καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἰωάβ· ἰδοὺ ἀπέστειλα πρός σε λέγων· ἦκε ὧδε, καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων· ἱνατί ἦλθον ἐκ Γεδσούρ; ἀγαθόν μοι ἦν εἶναι ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ θανάτωσόν με.
33 So Joab went to the king and told him. And when he had called for Absalom, he came to the king and bowed himself on his face to the ground before the king. Then the king kissed Absalom.
33 καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ, καὶ ἐκάλεσε τὸν Ἀβεσσαλώμ. καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Ἀβεσσαλώμ.
NKJV translation