en
Old Testament
1 After this Absalom the son of David had a lovely sister, whose name was Tamar; and Amnon the son of David loved her.
1 ΚΑΙ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Ἀβεσσαλὼμ υἱῷ Δαυὶδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὄνομα αὐτῇ Θημάρ, καὶ ἠγάπησεν αὐτὴν Ἀμνὼν υἱὸς Δαυίδ.
2 Amnon was so distressed over his sister Tamar that he became sick; for she was a virgin. And it was improper for Amnon to do anything to her.
2 καὶ ἐθλίβετο Ἀμνὼν ὥστε ἀρρωστεῖν διὰ Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ, ὅτι παρθένος ἦν αὕτη, καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Ἀμνὼν τοῦ ποιῆσαί τι αὐτῇ.
3 But Amnon had a friend whose name was Jonadab the son of Shimeah, David’s brother. Now Jonadab was a very crafty man.
3 καὶ ἦν τῷ Ἀμνὼν ἑταῖρος, καὶ ὄνομα αὐτῷ Ἰωναδάβ, υἱὸς Σαμαὰ τοῦ ἀδελφοῦ Δαυίδ· καὶ Ἰωναδὰβ ἀνὴρ σοφὸς σφόδρα.
4 And he said to him, “Why are you, the king’s son, becoming thinner day after day? Will you not tell me?” Amnon said to him, “I love Tamar, my brother Absalom’s sister.”
4 καὶ εἶπεν αὐτῷ· τί σοι ὅτι σὺ οὕτως ἀσθενής, υἱὲ τοῦ βασιλέως, τὸ πρωΐ πρωΐ; οὐκ ἀπαγγέλλεις μοι; καὶ εἶπεν αὐτῷ Ἀμνών· Θημὰρ τὴν ἀδελφὴν Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ.
5 So Jonadab said to him, “Lie down on your bed and pretend to be ill. And when your father comes to see you, say to him, ‘Please let my sister Tamar come and give me food, and prepare the food in my sight, that I may see it and eat it from her hand.’ ”
5 καὶ εἶπεν αὐτῷ Ἰωναδάβ· κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτόν· ἐλθέτω δὴ Θημὰρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ' ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς.
6 Then Amnon lay down and pretended to be ill; and when the king came to see him, Amnon said to the king, “Please let Tamar my sister come and make a couple of cakes for me in my sight, that I may eat from her hand.”
6 καὶ ἐκοιμήθη Ἀμνὼν καὶ ἠρρώστησε, καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν, καὶ εἶπεν Ἀμνὼν πρὸς τὸν βασιλέα· ἐλθέτω δὴ Θημὰρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας, καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς.
7 And David sent home to Tamar, saying, “Now go to your brother Amnon’s house, and prepare food for him.”
7 καὶ ἀπέστειλε Δαυὶδ πρὸς Θημὰρ εἰς τὸν οἶκον λέγων· πορεύθητι δὴ εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα.
8 So Tamar went to her brother Amnon’s house; and he was lying down. Then she took flour and kneaded it, made cakes in his sight, and baked the cakes.
8 καὶ ἐπορεύθη Θημὰρ εἰς τὸν οἶκον Ἀμνὼν ἀδελφοῦ αὐτῆς, καὶ αὐτὸς κοιμώμενος. καὶ ἔλαβε τὸ σταῖς καὶ ἐφύρασε καὶ ἐκολλύρισε κατ' ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησε τὰς κολλυρίδας·
9 And she took the pan and placed them out before him, but he refused to eat. Then Amnon said, “Have everyone go out from me.” And they all went out from him.
9 καὶ ἔλαβε τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἠθέλησε φαγεῖν. καὶ εἶπεν Ἀμνών· ἐξαγάγετε πάντα ἄνδρα ἀπὸ ἐπάνωθέν μου· καὶ ἐξήγαγον πάντα ἄνδρα ἐπάνωθεν αὐτοῦ.
10 Then Amnon said to Tamar, “Bring the food into the bedroom, that I may eat from your hand.” And Tamar took the cakes which she had made, and brought them to Amnon her brother in the bedroom.
10 καὶ εἶπεν Ἀμνὼν πρὸς Θημάρ· εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμιεῖον, καὶ φάγομαι ἐκ τῆς χειρός σου. καὶ ἔλαβε Θημὰρ τὰς κολλυρίδας, ἃς ἐποίησε, καὶ εἰσήνεγκε τῷ Ἀμνὼν ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα
11 Now when she had brought them to him to eat, he took hold of her and said to her, “Come, lie with me, my sister.”
11 καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν, καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ· δεῦρο κοιμήθητι μετ' ἐμοῦ, ἀδελφή μου.
12 But she answered him, “No, my brother, do not force me, for no such thing should be done in Israel. Do not do this disgraceful thing!
12 καὶ εἶπεν αὐτῷ· μή, ἀδελφέ μου· μὴ ταπεινώσῃς με, διότι οὐ ποιηθήσεται οὕτως ἐν Ἰσραήλ, μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην·
13 And I, where could I take my shame? And as for you, you would be like one of the fools in Israel. Now therefore, please speak to the king; for he will not withhold me from you.”
13 καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου; καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ἰσραήλ· καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα, ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ.
14 However, he would not heed her voice; and being stronger than she, he forced her and lay with her.
14 καὶ οὐκ ἠθέλησεν Ἀμνὼν τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτῆς.
15 Then Amnon hated her exceedingly, so that the hatred with which he hated her was greater than the love with which he had loved her. And Amnon said to her, “Arise, be gone!”
15 καὶ ἐμίσησεν αὐτὴν Ἀμνὼν μῖσος μέγα σφόδρα, ὅτι μέγα τὸ μῖσος, ὃ ἐμίσησεν αὐτὴν ὑπὲρ τὴν ἀγάπην, ἣν ἠγάπησεν αὐτήν. καὶ εἶπεν αὐτῇ Ἀμνών· ἀνάστηθι καὶ πορεύου.
16 So she said to him, “No, indeed! This evil of sending me away is worse than the other that you did to me.” But he would not listen to her.
16 καὶ εἶπεν αὐτῷ Θημάρ· μή, ἀδελφέ, ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, ἣν ἐποίησας μετ' ἐμοῦ τοῦ ἐξαποστεῖλαί με. καὶ οὐκ ἠθέλησεν Ἀμνὼν ἀκοῦσαι τῆς φωνῆς αὐτῆς.
17 Then he called his servant who attended him, and said, “Here! Put this woman out, away from me, and bolt the door behind her.”
17 καὶ ἐκάλεσε τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου καὶ εἶπεν αὐτῷ· ἐξαποστείλατε δὴ ταύτην ἀπ' ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς.
18 Now she had on a robe of many colors, for the king’s virgin daughters wore such apparel. And his servant put her out and bolted the door behind her.
18 καὶ ἐπ' αὐτῆς ἦν χιτὼν καρπωτός, ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν· καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισε τὴν θύραν ὀπίσω αὐτῆς.
19 Then Tamar put ashes on her head, and tore her robe of many colors that was on her, and laid her hand on her head and went away crying bitterly.
19 καὶ ἔλαβε Θημὰρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ' αὐτῆς διέρρηξε καὶ ἐπέθηκε τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα.
20 And Absalom her brother said to her, “Has Amnon your brother been with you? But now hold your peace, my sister. He is your brother; do not take this thing to heart.” So Tamar remained desolate in her brother Absalom’s house.
20 καὶ εἶπε πρὸς αὐτὴν Ἀβεσσαλὼμ ὁ ἀδελφὸς αὐτῆς· μὴ Ἀμνὼν ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ; καὶ νῦν, ἀδελφή μου, κώφευσον, ὅτι ἀδελφός σού ἐστι· μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι τὸ ρῆμα τοῦτο. καὶ ἐκάθισε Θημὰρ χηρεύουσα ἐν τῷ οἴκῳ Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ αὐτῆς.
21 But when King David heard of all these things, he was very angry.
21 καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυὶδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα· καὶ οὐκ ἐλύπησε τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἠγάπα αὐτόν, ὅτι πρωτότοκος αὐτοῦ ἦν.
22 And Absalom spoke to his brother Amnon neither good nor bad. For Absalom hated Amnon, because he had forced his sister Tamar.
22 καὶ οὐκ ἐλάλησεν Ἀβεσσαλὼμ μετὰ Ἀμνὼν ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ, ὅτι ἐμίσει Ἀβεσσαλὼμ τὸν Ἀμνὼν ἐπὶ λόγου, οὗ ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ.
23 And it came to pass, after two full years, that Absalom had sheepshearers in Baal Hazor, which is near Ephraim; so Absalom invited all the king’s sons.
23 Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ Ἀβεσσαλὼμ ἐν Βελασὼρ τῇ ἐχόμενα Ἐφραίμ, καὶ ἐκάλεσεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως.
24 Then Absalom came to the king and said, “Kindly note, your servant has sheepshearers; please, let the king and his servants go with your servant.”
24 καὶ ἦλθεν Ἀβεσσαλὼμ πρὸς τὸν βασιλέα καὶ εἶπεν· ἰδοὺ δὴ κείρουσι τῷ δούλῳ σου, πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου.
25 But the king said to Absalom, “No, my son, let us not all go now, lest we be a burden to you.” Then he urged him, but he would not go; and he blessed him.
25 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀβεσσαλώμ· μὴ δή, υἱέ μου, μὴ πορευθῶμεν πάντες ἡμεῖς, καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ. καὶ ἐβιάσατο αὐτόν, καὶ οὐκ ἠθέλησε τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν.
26 Then Absalom said, “If not, please let my brother Amnon go with us.” And the king said to him, “Why should he go with you?”
26 καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτόν· καὶ εἰ μή, πορευθήτω δὴ μεθ' ἡμῶν Ἀμνὼν ὁ ἀδελφός μου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἱνατί πορευθῇ μετὰ σοῦ;
27 But Absalom urged him; so he let Amnon and all the king’s sons go with him.
27 καὶ ἐβιάσατο αὐτὸν Ἀβεσσαλώμ, καὶ ἀπέστειλε μετ' αὐτοῦ τὸν Ἀμνὼν καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως. καὶ ἐποίησεν Ἀβεσσαλὼμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως.
28 Now Absalom had commanded his servants, saying, “Watch now, when Amnon’s heart is merry with wine, and when I say to you, ‘Strike Amnon!’ then kill him. Do not be afraid. Have I not commanded you? Be courageous and valiant.”
28 καὶ ἐνετείλατο Ἀβεσσαλὼμ τοῖς παιδαρίοις αὐτοῦ λέγων· ἴδετε ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία Ἀμνὼν ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς· πατάξατε τὸν Ἀμνών, καὶ θανατώσατε αὐτόν· μὴ φοβηθῆτε, ὅτι οὐχὶ ἐγώ εἰμι ὁ ἐντελλόμενος ὑμῖν; ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως.
29 So the servants of Absalom did to Amnon as Absalom had commanded. Then all the king’s sons arose, and each one got on his mule and fled.
29 καί ἐποίησαν τὰ παιδάρια Ἀβεσσαλὼμ τῷ Ἀμνὼν καθὰ ἐνετείλατο αὐτοῖς Ἀβεσσαλώμ. καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν.
30 And it came to pass, while they were on the way, that news came to David, saying, “Absalom has killed all the king’s sons, and not one of them is left!”
30 καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῷ ὁδῷ καὶ ἡ ἀκοὴ ἦλθε πρὸς Δαυὶδ λέγων· ἐπάταξεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς.
31 So the king arose and tore his garments and lay on the ground, and all his servants stood by with their clothes torn.
31 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν, καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.
32 Then Jonadab the son of Shimeah, David’s brother, answered and said, “Let not my lord suppose they have killed all the young men, the king’s sons, for only Amnon is dead. For by the command of Absalom this has been determined from the day that he forced his sister Tamar.
32 καὶ ἀπεκρίθη Ἰωναδὰβ υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυὶδ καὶ εἶπε· μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν, ὅτι Ἀμνὼν μονώτατος ἀπέθανεν· ὅτι ἐπὶ στόματος Ἀβεσσαλὼμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας, ἧς ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ·
33 Now therefore, let not my lord the king take the thing to his heart, to think that all the king’s sons are dead. For only Amnon is dead.”
33 καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ρῆμα λέγων· πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθανον, ὅτι ἀλλ' ἢ Ἀμνὼν μονώτατος ἀπέθανε.
34 Then Absalom fled. And the young man who was keeping watch lifted his eyes and looked, and there, many people were coming from the road on the hillside behind him.
34 καὶ ἀπέδρα Ἀβεσσαλώμ. καὶ ᾖρε τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει· καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ καὶ εἶπεν· ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ὡρωνῆν ἐκ μέρους τοῦ ὄρους.
35 And Jonadab said to the king, “Look, the king’s sons are coming; as your servant said, so it is.”
35 καὶ εἶπεν Ἰωναδὰβ πρὸς τὸν βασιλέα· ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισι· κατὰ τὸν λόγον τοῦ δούλου σου, οὕτως ἐγένετο.
36 So it was, as soon as he had finished speaking, that the king’s sons indeed came, and they lifted up their voice and wept. Also the king and all his servants wept very bitterly.
36 καὶ ἐγένετο ἡνίκα συνετέλεσε λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν, καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα.
37 But Absalom fled and went to Talmai the son of Ammihud, king of Geshur. And David mourned for his son every day.
37 καὶ Ἀβεσσαλὼμ ἔφυγε καὶ ἐπορεύθη πρὸς Θολμὶ υἱὸν Ἐμιοὺδ βασιλέα Γεδσοὺρ εἰς γῆν Μαχάδ. καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυὶδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας.
38 So Absalom fled and went to Geshur, and was there three years.
38 καὶ Ἀβεσσαλὼμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἦν ἐκεῖ ἔτη τρία.
39 And King David longed to go to Absalom. For he had been comforted concerning Amnon, because he was dead.
39 καὶ ἐκόπασε τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελθεῖν ὀπίσω Ἀβεσσαλώμ, ὅτι παρεκλήθη ἐπὶ Ἀμνὼν ὅτι ἀπέθανε.
NKJV translation