en
Old Testament
1 Then the LORD sent Nathan to David. And he came to him, and said to him: “There were two men in one city, one rich and the other poor.
1 ΚΑΙ ἀπέστειλε Κύριος τὸν Νάθαν τὸν προφήτην πρὸς Δαυίδ, καὶ εἰσῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος, καὶ εἷς πένης·
2 The rich man had exceedingly many flocks and herds.
2 καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα,
3 But the poor man had nothing, except one little ewe lamb which he had bought and nourished; and it grew up together with him and with his children. It ate of his own food and drank from his own cup and lay in his bosom; and it was like a daughter to him.
3 καὶ τῷ πένητι οὐδὲν ἀλλ' ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποίησατο καὶ ἐξέθρεψεν αὐτὴν καὶ ἡδρύνθη μετ' αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε καὶ ἦν αὐτῷ ὡς θυγάτηρ·
4 And a traveler came to the rich man, who refused to take from his own flock and from his own herd to prepare one for the wayfaring man who had come to him; but he took the poor man’s lamb and prepared it for the man who had come to him.”
4 καὶ ἦλθε πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ τῷ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν.
5 So David’s anger was greatly aroused against the man, and he said to Nathan, “As the LORD lives, the man who has done this shall surely die!
5 καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν· ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο
6 And he shall restore fourfold for the lamb, because he did this thing and because he had no pity.”
6 καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα, ἀνθ' ὧν ὅτι ἐποίησε τὸ ρῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο.
7 Then Nathan said to David, “You are the man! Thus says the LORD God of Israel: ‘I anointed you king over Israel, and I delivered you from the hand of Saul.
7 καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαοὺλ
8 I gave you your master’s house and your master’s wives into your keeping, and gave you the house of Israel and Judah. And if that had been too little, I also would have given you much more!
8 καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα· καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι κατὰ ταῦτα.
9 Why have you despised the commandment of the LORD, to do evil in His sight? You have killed Uriah the Hittite with the sword; you have taken his wife to be your wife, and have killed him with the sword of the people of Ammon.
9 τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ρομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ρομφαίᾳ υἱῶν Ἀμμών.
10 Now therefore, the sword shall never depart from your house, because you have despised Me, and have taken the wife of Uriah the Hittite to be your wife.’
10 καὶ νῦν οὐκ ἀποστήσεται ρομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ' ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρίου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα.
11 Thus says the LORD: ‘Behold, I will raise up adversity against you from your own house; and I will take your wives before your eyes and give them to your neighbor, and he shall lie with your wives in the sight of this sun.
11 τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήψομαι τὰς γυναῖκάς σου κατ' ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου·
12 For you did it secretly, but I will do this thing before all Israel, before the sun.’ ”
12 ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ρῆμα τοῦτο ἐναντίον παντὸς Ἰσραὴλ καὶ ἀπέναντι τοῦ ἡλίου τούτου.
13 So David said to Nathan, “I have sinned against the LORD.” And Nathan said to David, “The LORD also has put away your sin; you shall not die.
13 καὶ εἶπε Δαυὶδ τῷ Νάθαν· ἡμάρτηκα τῷ Κυρίῳ. καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς·
14 However, because by this deed you have given great occasion to the enemies of the LORD to blaspheme, the child also who is born to you shall surely die.”
14 πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ρήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται.
15 Then Nathan departed to his house. And the LORD struck the child that Uriah’s wife bore to David, and it became ill.
15 καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἔθραυσε Κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυίδ, καὶ ἠρρώστησε.
16 David therefore pleaded with God for the child, and David fasted and went in and lay all night on the ground.
16 καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς.
17 So the elders of his house arose and went to him, to raise him up from the ground. But he would not, nor did he eat food with them.
17 καὶ ἀνέστησαν ἐπ' αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.
18 Then on the seventh day it came to pass that the child died. And the servants of David were afraid to tell him that the child was dead. For they said, “Indeed, while the child was alive, we spoke to him, and he would not heed our voice. How can we tell him that the child is dead? He may do some harm!”
18 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυὶδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκε τὸ παιδάριον, ὅτι εἶπαν· ἰδοὺ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσε τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκε τὸ παιδάριον; καὶ ποιήσει κακά.
19 When David saw that his servants were whispering, David perceived that the child was dead. Therefore David said to his servants, “Is the child dead?” And they said, “He is dead.”
19 καὶ συνῆκε Δαυὶδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσι, καὶ ἐνόησε Δαυὶδ ὅτι τέθνηκε τὸ παιδάριον· καὶ εἶπε Δαυὶδ πρὸς τοὺς παῖδας αὐτοῦ· εἰ τέθνηκε τὸ παιδάριον; καὶ εἶπαν· τέθνηκε.
20 So David arose from the ground, washed and anointed himself, and changed his clothes; and he went into the house of the LORD and worshiped. Then he went to his own house; and when he requested, they set food before him, and he ate.
20 καὶ ἀνέστη Δαυὶδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξε τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγε.
21 Then his servants said to him, “What is this that you have done? You fasted and wept for the child while he was alive, but when the child died, you arose and ate food.”
21 καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· τί τὸ ρῆμα τοῦτο, ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου; ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανε τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας;
22 And he said, “While the child was alive, I fasted and wept; for I said, ‘Who can tell whether the LORD will be gracious to me, that the child may live?’
22 καὶ εἶπε Δαυίδ· ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα· τίς οἶδεν εἰ ἐλεήσει με Κύριος καὶ ζήσεται τὸ παιδάριον;
23 But now he is dead; why should I fast? Can I bring him back again? I shall go to him, but he shall not return to me.”
23 καὶ νῦν τέθνηκεν· ἱνατί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.
24 Then David comforted Bathsheba his wife, and went in to her and lay with her. So she bore a son, and he called his name Solomon. Now the LORD loved him,
24 καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτῆς καὶ συνέλαβε καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμών, καὶ Κύριος ἠγάπησεν αὐτόν.
25 and He sent word by the hand of Nathan the prophet: So he called his name Jedidiah, because of the LORD.
25 καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰεδεδί, ἕνεκεν Κυρίου.
26 Now Joab fought against Rabbah of the people of Ammon, and took the royal city.
26 Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ραββὰθ υἱῶν Ἀμμὼν καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας.
27 And Joab sent messengers to David, and said, “I have fought against Rabbah, and I have taken the city’s water supply.
27 καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυὶδ καὶ εἶπεν· ἐπολέμησα ἐν Ραββὰθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων·
28 Now therefore, gather the rest of the people together and encamp against the city and take it, lest I take the city and it be called after my name.”
28 καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ' αὐτήν.
29 So David gathered all the people together and went to Rabbah, fought against it, and took it.
29 καὶ συνήγαγε Δαυὶδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββὰθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν.
30 Then he took their king’s crown from his head. Its weight was a talent of gold, with precious stones. And it was set on David’s head. Also he brought out the spoil of the city in great abundance.
30 καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυίδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα.
31 And he brought out the people who were in it, and put them to work with saws and iron picks and iron axes, and made them cross over to the brick works. So he did to all the cities of the people of Ammon. Then David and all the people returned to Jerusalem.
31 καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ ὑποτομεῦσι σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν Ἀμμών. καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ἱερουσαλήμ.
NKJV translation