en
Old Testament
1 It happened after this that the king of the people of Ammon died, and Hanun his son reigned in his place.
1 ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανε βασιλεὺς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀννὼν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
2 Then David said, “I will show kindness to Hanun the son of Nahash, as his father showed kindness to me.” So David sent by the hand of his servants to comfort him concerning his father. And David’s servants came into the land of the people of Ammon.
2 καὶ εἶπε Δαυίδ· ποιήσω ἔλεος μετὰ Ἀννὼν υἱοῦ Ναάς, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ' αὐτοῦ ἔλεος· καὶ ἀπέστειλε Δαυὶδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παῖδες Δαυὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών.
3 And the princes of the people of Ammon said to Hanun their lord, “Do you think that David really honors your father because he has sent comforters to you? Has David not rather sent his servants to you to search the city, to spy it out, and to overthrow it?”
3 καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀννὼν τὸν κύριον αὐτῶν· μὴ παρὰ τὸ δοξάζειν Δαυὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέ σοι παρακαλοῦντας; ἀλλ' οὐχὶ ὅπως ἐρευνήσωσι τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλε Δαυὶδ τοὺς παῖδας αὐτοῦ πρός σε;
4 Therefore Hanun took David’s servants, shaved off half of their beards, cut off their garments in the middle, at their buttocks, and sent them away.
4 καὶ ἔλαβεν Ἀννὼν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησε τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψε τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς.
5 When they told David, he sent to meet them, because the men were greatly ashamed. And the king said, “Wait at Jericho until your beards have grown, and then return.”
5 καὶ ἀπήγγειλαν τῷ Δαυὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς· καθίσατε ἐν Ἱεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε.
6 When the people of Ammon saw that they had made themselves repulsive to David, the people of Ammon sent and hired the Syrians of Beth Rehob and the Syrians of Zoba, twenty thousand foot soldiers; and from the king of Maacah one thousand men, and from Ish-Tob twelve thousand men.
6 καὶ εἶδον οἱ υἱοὶ Ἀμμών, ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυίδ, καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθραὰμ καὶ τὴν Συρίαν Σουβά, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μααχά, χιλίους ἄνδρας, καὶ Ἰστώβ, δώδεκα χιλιάδας ἀνδρῶν.
7 Now when David heard of it, he sent Joab and all the army of the mighty men.
7 καὶ ἤκουσε Δαυίδ, καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς.
8 Then the people of Ammon came out and put themselves in battle array at the entrance of the gate. And the Syrians of Zoba, Beth Rehob, Ish-Tob, and Maacah were by themselves in the field.
8 καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σουβὰ καὶ Ροὼβ καὶ Ἰστὼβ καὶ Μααχὰ μόνοι ἐν ἀγρῷ.
9 When Joab saw that the battle line was against him before and behind, he chose some of Israel’s best and put them in battle array against the Syrians.
9 καὶ εἶδεν Ἰωὰβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ πρόσωπον ἐξεναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπελέξατο ἐκ πάντων τῶν νεανιῶν Ἰσραήλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας.
10 And the rest of the people he put under the command of Abishai his brother, that he might set them in battle array against the people of Ammon.
10 καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών.
11 Then he said, “If the Syrians are too strong for me, then you shall help me; but if the people of Ammon are too strong for you, then I will come and help you.
11 καὶ εἶπεν· ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν, καὶ ἐὰν κραταιωθῶσιν υἱοὶ Ἀμμὼν ὑπὲρ σέ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε·
12 Be of good courage, and let us be strong for our people and for the cities of our God. And may the LORD do what is good in His sight.”
12 ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.
13 So Joab and the people who were with him drew near for the battle against the Syrians, and they fled before him.
13 καὶ προσῆλθεν Ἰωὰβ καὶ ὁ λαὸς αὐτοῦ μετ' αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ.
14 When the people of Ammon saw that the Syrians were fleeing, they also fled before Abishai, and entered the city. So Joab returned from the people of Ammon and went to Jerusalem.
14 καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὅτι ἔφυγε Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Ἀβεσσὰ καὶ εἰσῆλθον εἰς τὴν πόλιν. καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμὼν καὶ παρεγένετο εἰς Ἱερουσαλήμ.
15 When the Syrians saw that they had been defeated by Israel, they gathered together.
15 καὶ εἶδε Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραήλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό.
16 Then Hadadezer sent and brought out the Syrians who were beyond the River, and they came to Helam. And Shobach the commander of Hadadezer’s army went before them.
16 καὶ ἀπέστειλεν Ἀδρααζὰρ καὶ συνήγαγε τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμάκ, καὶ παρεγένοντο εἰς Αἰλάμ, καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν.
17 When it was told David, he gathered all Israel, crossed over the Jordan, and came to Helam. And the Syrians set themselves in battle array against David and fought with him.
17 καὶ ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα Ἰσραὴλ καὶ διέβη τὸν Ἰορδάνην καὶ παρεγένετο εἰς Αἰλάμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυίδ, καὶ ἐπολέμησαν μετ' αὐτοῦ.
18 Then the Syrians fled before Israel; and David killed seven hundred charioteers and forty thousand horsemen of the Syrians, and struck Shobach the commander of their army, who died there.
18 καὶ ἔφυγε Συρία ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων· καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ.
19 And when all the kings who were servants to Hadadezer saw that they were defeated by Israel, they made peace with Israel and served them. So the Syrians were afraid to help the people of Ammon anymore.
19 καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἀδρααζὰρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραήλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ καὶ ἐδούλευσαν αὐτοῖς. καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών.
NKJV translation