en
Old Testament
1 Now it came to pass after the death of Saul, when David had returned from the slaughter of the Amalekites, and David had stayed two days in Ziklag,
1 ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλήκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο.
2 on the third day, behold, it happened that a man came from Saul’s camp with his clothes torn and dust on his head. So it was, when he came to David, that he fell to the ground and prostrated himself.
2 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαούλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
3 And David said to him, “Where have you come from?” So he said to him, “I have escaped from the camp of Israel.”
3 καὶ εἶπεν αὐτῷ Δαυίδ· πόθεν σὺ παραγίνῃ; καὶ εἶπε πρὸς αὐτόν· ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ ἐγὼ διασέσωσμαι.
4 Then David said to him, “How did the matter go? Please tell me.” And he answered, “The people have fled from the battle, many of the people are fallen and dead, and Saul and Jonathan his son are dead also.”
4 καὶ εἶπεν αὐτῷ Δαυίδ· τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον· καὶ Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανε.
5 So David said to the young man who told him, “How do you know that Saul and Jonathan his son are dead?”
5 καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ· πῶς οἶδας ὅτι τέθνηκε Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ;
6 Then the young man who told him said, “As I happened by chance to be on Mount Gilboa, there was Saul, leaning on his spear; and indeed the chariots and horsemen followed hard after him.
6 καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ· περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουέ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ.
7 Now when he looked behind him, he saw me and called to me. And I answered, ‘Here I am.’
7 καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέ με καὶ ἐκάλεσέ με, καὶ εἶπα· ἰδοὺ ἐγώ.
8 And he said to me, ‘Who are you?’ So I answered him, ‘I am an Amalekite.’
8 καὶ εἶπέ μοι· τίς εἶ σύ; καὶ εἶπα· Ἀμαληκίτης ἐγώ εἰμι.
9 He said to me again, ‘Please stand over me and kill me, for anguish has come upon me, but my life still remains in me.’
9 καὶ εἶπε πρός με· στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχε με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί.
10 So I stood over him and killed him, because I was sure that he could not live after he had fallen. And I took the crown that was on his head and the bracelet that was on his arm, and have brought them here to my lord.”
10 καὶ ἐπέστην ἐπ᾿ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.
11 Therefore David took hold of his own clothes and tore them, and so did all the men who were with him.
11 καὶ ἐκράτησε Δαυὶδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.
12 And they mourned and wept and fasted until evening for Saul and for Jonathan his son, for the people of the LORD and for the house of Israel, because they had fallen by the sword.
12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰούδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραήλ, ὅτι ἐπλήγησαν ἐν ρομφαίᾳ.λαὸν
13 Then David said to the young man who told him, “Where are you from?” And he answered, “I am the son of an alien, an Amalekite.”
13 καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ· πόθεν εἶ σύ; καὶ εἶπεν· υἱὸς ἀνδρὸς παροίκου Ἀμαληκίτου ἐγώ εἰμι.
14 So David said to him, “How was it you were not afraid to put forth your hand to destroy the LORD’s anointed?”
14 καὶ εἶπεν αὐτῷ Δαυίδ· πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου;
15 Then David called one of the young men and said, “Go near, and execute him!” And he struck him so that he died.
15 καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπε· προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανε.
16 So David said to him, “Your blood is on your own head, for your own mouth has testified against you, saying, ‘I have killed the LORD’s anointed.’ ”
16 καὶ εἶπε πρὸς αὐτὸν Δαυίδ· τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι στὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι, ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου.
17 Then David lamented with this lamentation over Saul and over Jonathan his son,
17 Καὶ ἐθρήνησε Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ.
18 and he told them to teach the children of Judah the Song of the Bow; indeed it is written in the Book of Jasher:
18 καὶ εἶπε τοῦ διδάξαι τοὺς υἱοὺς Ἰούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς.
19 “The beauty of Israel is slain on your high places! How the mighty have fallen!
19 Στήλωσον, Ἰσραήλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί;
20 Tell it not in Gath, Proclaim it not in the streets of Ashkelon— Lest the daughters of the Philistines rejoice, Lest the daughters of the uncircumcised triumph.
20 μὴ ἀναγγείλητε ἐν Γὲθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκάλωνος, μή ποτε εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων.
21 “O mountains of Gilboa, Let there be no dew nor rain upon you, Nor fields of offerings. For the shield of the mighty is cast away there! The shield of Saul, not anointed with oil.
21 ὄρη τὰ ἐν Γελβουὲ μὴ καταβάτω δρόσος καὶ μὴ ὑετὸς ἐφ᾿ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ.
22 From the blood of the slain, From the fat of the mighty, The bow of Jonathan did not turn back, And the sword of Saul did not return empty.
22 ἀφ᾿ αἵματος τραυματιῶν καὶ ἀπὸ στέατος δυνατῶν τόξον Ἰωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ρομφαία Σαοὺλ οὐκ ἀνέκαμψε κενή.
23 “Saul and Jonathan were beloved and pleasant in their lives, And in their death they were not divided; They were swifter than eagles, They were stronger than lions.
23 Σαοὺλ καὶ Ἰωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν· ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν.
24 “O daughters of Israel, weep over Saul, Who clothed you in scarlet, with luxury; Who put ornaments of gold on your apparel.
24 θυγατέρες Ἰσραήλ, ἐπὶ Σαοὺλ κλαύσατε, τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν.
25 “How the mighty have fallen in the midst of the battle! Jonathan was slain in your high places.
25 πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· Ἰωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίας.
26 I am distressed for you, my brother Jonathan; You have been very pleasant to me; Your love to me was wonderful, Surpassing the love of women.
26 ἀλγῶ ἐπὶ σοί, ἀδελφέ μου Ἰωνάθαν· ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.
27 “How the mighty have fallen, And the weapons of war perished!”
27 Πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά;
NKJV translation