en
Old Testament
1 Then the Philistines took the ark of God and brought it from Ebenezer to Ashdod.
1 ΚΑΙ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Ἀβενέζερ εἰς Ἄζωτον.
2 When the Philistines took the ark of God, they brought it into the house of Dagon and set it by Dagon.
2 καί ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγὼν καὶ παρέστησαν αὐτὴν παρὰ Δαγών.
3 And when the people of Ashdod arose early in the morning, there was Dagon, fallen on its face to the earth before the ark of the LORD. So they took Dagon and set it in its place again.
3 καὶ ὤρθρισαν οἱ Ἀζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον Δαγὼν καὶ εἶδον καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ Θεοῦ· καὶ ἤγειραν τὸν Δαγὼν καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ. καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς Ἀζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς.
4 And when they arose early the next morning, there was Dagon, fallen on its face to the ground before the ark of the LORD. The head of Dagon and both the palms of its hands were broken off on the threshold; only Dagon’s torso was left of it.
4 καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωΐ, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης Κυρίου, καὶ ἡ κεφαλὴ Δαγὼν καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τά ἐμπρόσθια ἀμαφὲθ ἕκαστον, καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον, πλὴν ἡ ράχις Δαγὼν ὑπελείφθη.
5 Therefore neither the priests of Dagon nor any who come into Dagon’s house tread on the threshold of Dagon in Ashdod to this day.
5 διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγὼν καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον Δαγὼν ἐπὶ βαθμὸν οἴκου Δαγὼν ἐν Ἀζώτῳ ἕως τῆς ἡμέρας ταύτης, ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσι.
6 But the hand of the LORD was heavy on the people of Ashdod, and He ravaged them and struck them with tumors, both Ashdod and its territory.
6 καὶ ἐβαρύνθη ἡ χεὶρ Κυρίου ἐπὶ Ἄζωτον, καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες, καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει.
7 And when the men of Ashdod saw how it was, they said, “The ark of the God of Israel must not remain with us, for His hand is harsh toward us and Dagon our god.”
7 καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως, καὶ λέγουσιν· ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ Θεοῦ Ἰσραὴλ μεθ᾿ ἡμῶν, ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ Δαγὼν θεὸν ἡμῶν.
8 Therefore they sent and gathered to themselves all the lords of the Philistines, and said, “What shall we do with the ark of the God of Israel?” And they answered, “Let the ark of the God of Israel be carried away to Gath.” So they carried the ark of the God of Israel away.
8 καὶ ἀποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσι· τί ποιήσωμεν τῇ κιβωτῷ Θεοῦ Ἰσραήλ; καὶ λέγουσιν οἱ Γεθαῖοι· μετελθέτω κιβωτὸς τοῦ Θεοῦ πρὸς ἡμᾶς· καὶ μετῆλθε κιβωτὸς τοῦ Θεοῦ Ἰσραὴλ εἰς Γέθ.
9 So it was, after they had carried it away, that the hand of the LORD was against the city with a very great destruction; and He struck the men of the city, both small and great, and tumors broke out on them.
9 καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ Κυρίου τῇ πόλει, τάραχος μέγας σφόδρα, καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, καὶ ἐποίησαν οἱ Γεθαῖοι ἑαυτοῖς ἕδρας.
10 Therefore they sent the ark of God to Ekron. So it was, as the ark of God came to Ekron, that the Ekronites cried out, saying, “They have brought the ark of the God of Israel to us, to kill us and our people!”
10 καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἀσκάλωνα. καὶ ἐγενήθη ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ εἰς Ἀσκάλωνα, καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες· τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραὴλ πρὸς ἡμᾶς θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν;
11 So they sent and gathered together all the lords of the Philistines, and said, “Send away the ark of the God of Israel, and let it go back to its own place, so that it does not kill us and our people.” For there was a deadly destruction throughout all the city; the hand of God was very heavy there.
11 καὶ ἐξαποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον· ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραήλ, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν·
12 And the men who did not die were stricken with the tumors, and the cry of the city went up to heaven.
12 ὅτι ἐγενήθη σύγχυσις ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ Ἰσραὴλ ἐκεῖ, καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας, καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν.
NKJV translation