en
Old Testament
1 And the word of Samuel came to all Israel. Now Israel went out to battle against the Philistines, and encamped beside Ebenezer; and the Philistines encamped in Aphek.
1 ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐπὶ Ἰσραὴλ εἰς πόλεμον· καὶ ἐξῆλθεν Ἰσραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Ἀβενέζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Ἀφέκ.
2 Then the Philistines put themselves in battle array against Israel. And when they joined battle, Israel was defeated by the Philistines, who killed about four thousand men of the army in the field.
2 καὶ παρατάσσονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ἰσραὴλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.
3 And when the people had come into the camp, the elders of Israel said, “Why has the LORD defeated us today before the Philistines? Let us bring the ark of the covenant of the LORD from Shiloh to us, that when it comes among us it may save us from the hand of our enemies.”
3 καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραήλ· κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.
4 So the people sent to Shiloh, that they might bring from there the ark of the covenant of the LORD of hosts, who dwells between the cherubim. And the two sons of Eli, Hophni and Phinehas, were there with the ark of the covenant of God.
4 καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλώμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου Χερουβίμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ μετὰ τῆς κιβωτοῦ, Ὀφνὶ καὶ Φινεές.
5 And when the ark of the covenant of the LORD came into the camp, all Israel shouted so loudly that the earth shook.
5 καὶ ἐγενήθη ὡς ἦλθεν ἡ κιβωτὸς Κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξε πᾶς Ἰσραὴλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ.
6 Now when the Philistines heard the noise of the shout, they said, “What does the sound of this great shout in the camp of the Hebrews mean?” Then they understood that the ark of the LORD had come into the camp.
6 καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι· τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν τῇ παρεμβολῇ τῶν Ἑβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν.
7 So the Philistines were afraid, for they said, “God has come into the camp!” And they said, “Woe to us! For such a thing has never happened before.
7 καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον· οὗτοι οἱ θεοὶ ἥκασι πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονε τοιαύτη ἐχθὲς καὶ τρίτην.
8 Woe to us! Who will deliver us from the hand of these mighty gods? These are the gods who struck the Egyptians with all the plagues in the wilderness.
8 οὐαὶ ἡμῖν· τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοί, οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ.
9 Be strong and conduct yourselves like men, you Philistines, that you do not become servants of the Hebrews, as they have been to you. Conduct yourselves like men, and fight!”
9 κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι, ὅπως μὴ δουλεύσητε τοῖς Ἑβραίοις, καθὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς.
10 So the Philistines fought, and Israel was defeated, and every man fled to his tent. There was a very great slaughter, and there fell of Israel thirty thousand foot soldiers.
10 καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ἰσραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγή μεγάλη σφόδρα, καὶ ἔπεσον ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων.
11 Also the ark of God was captured; and the two sons of Eli, Hophni and Phinehas, died.
11 καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ ἀπέθανον, Ὀφνὶ καὶ Φινεές.
12 Then a man of Benjamin ran from the battle line the same day, and came to Shiloh with his clothes torn and dirt on his head.
12 Καὶ ἔδραμεν ἀνὴρ Ἰεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.
13 Now when he came, there was Eli, sitting on a seat by the wayside watching, for his heart trembled for the ark of God. And when the man came into the city and told it, all the city cried out.
13 καὶ ἦλθε, καὶ ἰδοὺ Ἡλὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλη σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν ἡ πόλις.
14 When Eli heard the noise of the outcry, he said, “What does the sound of this tumult mean?” And the man came quickly and told Eli.
14 καὶ ἤκουσεν Ἡλὶ τὴν φωνὴν τῆς βοῆς καὶ εἶπε· τίς ἡ φωνὴ τῆς βοῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθε καὶ ἀπήγγειλε τῷ Ἡλί.
15 Eli was ninety-eight years old, and his eyes were so dim that he could not see.
15 καὶ Ἡλὶ υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν καὶ οὐκ ἐπέβλεπε·
16 Then the man said to Eli, “I am he who came from the battle. And I fled today from the battle line.” And he said, “What happened, my son?”
16 καὶ εἶπεν Ἡλὶ τοῖς ἀνδράσι τοῖς περιεστηκόσιν αὐτῷ· τίς ἡ φωνὴ τοῦ ἤχου τούτου; καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθε πρὸς Ἡλὶ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Ἡλί· τί τὸ γεγονὸς ρῆμα, τέκνον;
17 So the messenger answered and said, “Israel has fled before the Philistines, and there has been a great slaughter among the people. Also your two sons, Hophni and Phinehas, are dead; and the ark of God has been captured.”
17 καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπε· πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοὶ σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη.
18 Then it happened, when he made mention of the ark of God, that Eli fell off the seat backward by the side of the gate; and his neck was broken and he died, for the man was old and heavy. And he had judged Israel forty years.
18 καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη.
19 Now his daughter-in-law, Phinehas’s wife, was with child, due to be delivered; and when she heard the news that the ark of God was captured, and that her father-in-law and her husband were dead, she bowed herself and gave birth, for her labor pains came upon her.
19 Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀγγελίαν ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ᾿ αὐτὴν ὠδῖνες αὐτῆς.
20 And about the time of her death the women who stood by her said to her, “Do not fear, for you have borne a son.” But she did not answer, nor did she regard it.
20 καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ· μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς.
21 Then she named the child Ichabod, saying, “The glory has departed from Israel!” because the ark of God had been captured and because of her father-in-law and her husband.
21 καὶ ἐκάλεσε τὸ παιδάριον Οὐαὶ Βαρχαβὼθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς.
22 And she said, “The glory has departed from Israel, for the ark of God has been captured.”
22 καὶ εἶπαν· ἀπῴκισται δόξα Ἰσραὴλ ἐν τῷ ληφθῆναι τὴν κιβωτὸν Κυρίου.
NKJV translation