en
Old Testament
1 Now the Philistines fought against Israel; and the men of Israel fled from before the Philistines, and fell slain on Mount Gilboa.
1 ΚΑΙ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ἰσραήλ, καὶ ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ.
2 Then the Philistines followed hard after Saul and his sons. And the Philistines killed Jonathan, Abinadab, and Malchishua, Saul’s sons.
2 καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωνάθαν καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Μελχισᾶ υἱοὺς Σαούλ.
3 The battle became fierce against Saul. The archers hit him, and he was severely wounded by the archers.
3 καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τά ὑποχόνδρια.
4 Then Saul said to his armorbearer, “Draw your sword, and thrust me through with it, lest these uncircumcised men come and thrust me through and abuse me.” But his armorbearer would not, for he was greatly afraid. Therefore Saul took a sword and fell on it.
4 καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν.
5 And when his armorbearer saw that Saul was dead, he also fell on his sword, and died with him.
5 καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκε Σαούλ, καὶ ἐπέπεσε καὶ αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε μετ᾿ αὐτοῦ.
6 So Saul, his three sons, his armorbearer, and all his men died together that same day.
6 καὶ ἀπέθανε Σαοὺλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό.
7 And when the men of Israel who were on the other side of the valley, and those who were on the other side of the Jordan, saw that the men of Israel had fled and that Saul and his sons were dead, they forsook the cities and fled; and the Philistines came and dwelt in them.
7 καὶ εἶδον οἱ ἄνδρες Ἰσραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ καὶ ὅτι τέθνηκε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσι τὰς πόλεις αὐτῶν καὶ φεύγουσι· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς.
8 So it happened the next day, when the Philistines came to strip the slain, that they found Saul and his three sons fallen on Mount Gilboa.
8 καὶ ἐγενήθη τῇ ἐπαύριον ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσι τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουέ.
9 And they cut off his head and stripped off his armor, and sent word throughout the land of the Philistines, to proclaim it in the temple of their idols and among the people.
9 καί ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ.
10 Then they put his armor in the temple of the Ashtoreths, and they fastened his body to the wall of Beth Shan.
10 καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάν.
11 Now when the inhabitants of Jabesh Gilead heard what the Philistines had done to Saul,
11 καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ἰαβὶς τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαούλ·
12 all the valiant men arose and traveled all night, and took the body of Saul and the bodies of his sons from the wall of Beth Shan; and they came to Jabesh and burned them there.
12 καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τοῦ τείχους Βαιθσὰν καὶ φέρουσιν αὐτοὺς εἰς Ἰαβὶς καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ.
13 Then they took their bones and buried them under the tamarisk tree at Jabesh, and fasted seven days.
13 καὶ λαμβάνουσι τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ἰαβὶς καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.
NKJV translation