en
Old Testament
1 Then the Philistines gathered together all their armies at Aphek, and the Israelites encamped by a fountain which is in Jezreel.
1 ΚΑΙ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Ἀφέκ, καὶ Ἰσραὴλ παρενέβαλεν ἐν Ἀενδὼρ τὴν ἐν Ἰεζραέλ.
2 And the lords of the Philistines passed in review by hundreds and by thousands, but David and his men passed in review at the rear with Achish.
2 καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾿ ἐσχάτων μετὰ Ἀγχοῦς.
3 Then the princes of the Philistines said, “What are these Hebrews doing here?” And Achish said to the princes of the Philistines, “Is this not David, the servant of Saul king of Israel, who has been with me these days, or these years? And to this day I have found no fault in him since he defected to me.”
3 καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων· τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων· οὐχ οὗτος Δαυὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως Ἰσραήλ; γέγονε μεθ᾿ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾿ ἧς ἡμέρας ἐνέπεσε πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης.
4 But the princes of the Philistines were angry with him; so the princes of the Philistines said to him, “Make this fellow return, that he may go back to the place which you have appointed for him, and do not let him go down with us to battle, lest in the battle he become our adversary. For with what could he reconcile himself to his master, if not with the heads of these men?
4 καὶ ἐλυπήθησαν ἐπ᾿ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ· ἀπόστρεψον τὸν ἄνδρα καὶ ἀποστραφήτω εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ᾿ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων;
5 Is this not David, of whom they sang to one another in dances, saying: ‘Saul has slain his thousands, And David his ten thousands’?”
5 οὐχ οὗτος Δαυίδ, ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;
6 Then Achish called David and said to him, “Surely, as the LORD lives, you have been upright, and your going out and your coming in with me in the army is good in my sight. For to this day I have not found evil in you since the day of your coming to me. Nevertheless the lords do not favor you.
6 καὶ ἐκάλεσεν Ἀγχοῦς τὸν Δαυὶδ καὶ εἶπεν αὐτῷ· ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου και ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ·
7 Therefore return now, and go in peace, that you may not displease the lords of the Philistines.”
7 καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσῃς κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων.
8 So David said to Achish, “But what have I done? And to this day what have you found in your servant as long as I have been with you, that I may not go and fight against the enemies of my lord the king?”
8 καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς· τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾿ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμήσας τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως;
9 Then Achish answered and said to David, “I know that you are as good in my sight as an angel of God; nevertheless the princes of the Philistines have said, ‘He shall not go up with us to the battle.’
9 καὶ ἀπεκρίθη Ἀγχοῦς πρὸς Δαυίδ· οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ᾿ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν· οὐχ ἥξει μεθ᾿ ἡμῶν εἰς πόλεμον.
10 Now therefore, rise early in the morning with your master’s servants who have come with you. And as soon as you are up early in the morning and have light, depart.”
10 καὶ νῦν ὄρθρισον τὸ πρωΐ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε.
11 So David and his men rose early to depart in the morning, to return to the land of the Philistines. And the Philistines went up to Jezreel.
11 καὶ ὤρθρισε Δαυὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ἰσραήλ.
NKJV translation