en
Old Testament
1 David therefore departed from there and escaped to the cave of Adullam. So when his brothers and all his father’s house heard it, they went down there to him.
1 ΚΑΙ ἀπῆλθεν ἐκεῖθεν Δαυὶδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσι πρὸς αὐτὸν ἐκεῖ.
2 And everyone who was in distress, everyone who was in debt, and everyone who was discontented gathered to him. So he became captain over them. And there were about four hundred men with him.
2 καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ᾿ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες.
3 Then David went from there to Mizpah of Moab; and he said to the king of Moab, “Please let my father and mother come here with you, till I know what God will do for me.”
3 καὶ ἀπῆλθε Δαυὶδ ἐκεῖθεν εἰς Μασσηφὰθ τῆς Μωὰβ καὶ εἶπε πρὸς βασιλέα Μωάβ· γινέσθωσαν δὴ ὁ πατὴρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ Θεός.
4 So he brought them before the king of Moab, and they dwelt with him all the time that David was in the stronghold.
4 καὶ παρεκάλεσε τὸ πρόσωπον τοῦ βασιλέως Μωάβ, καὶ κατῴκουν μετ᾿ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυὶδ ἐν τῇ περιοχῇ.
5 Now the prophet Gad said to David, “Do not stay in the stronghold; depart, and go to the land of Judah.” So David departed and went into the forest of Hereth.
5 καὶ εἶπε Γὰδ ὁ προφήτης πρὸς Δαυίδ· μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ἰούδα. καὶ ἐπορεύθη Δαυὶδ καὶ ἦλθε καὶ ἐκάθισεν ἐν πόλει Σαρίχ.
6 When Saul heard that David and the men who were with him had been discovered—now Saul was staying in Gibeah under a tamarisk tree in Ramah, with his spear in his hand, and all his servants standing about him—
6 Καὶ ἤκουσε Σαούλ, ὅτι ἔγνωσται Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμά, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ.
7 then Saul said to his servants who stood about him, “Hear now, you Benjamites! Will the son of Jesse give every one of you fields and vineyards, and make you all captains of thousands and captains of hundreds?
7 καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· ἀκούσατε δὴ υἱοὶ Βενιαμίν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους;
8 All of you have conspired against me, and there is no one who reveals to me that my son has made a covenant with the son of Jesse; and there is not one of you who is sorry for me or reveals to me that my son has stirred up my servant against me, to lie in wait, as it is this day.”
8 ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαί, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη.
9 Then answered Doeg the Edomite, who was set over the servants of Saul, and said, “I saw the son of Jesse going to Nob, to Ahimelech the son of Ahitub.
9 καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν· ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νομβὰ πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα,
10 And he inquired of the LORD for him, gave him provisions, and gave him the sword of Goliath the Philistine.”
10 καὶ ἠρώτα αὐτῷ διά τοῦ Θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ρομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ.
11 So the king sent to call Ahimelech the priest, the son of Ahitub, and all his father’s house, the priests who were in Nob. And they all came to the king.
11 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβά, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα.
12 And Saul said, “Hear now, son of Ahitub!” He answered, “Here I am, my lord.”
12 καὶ εἶπε Σαούλ· ἄκουε δή, υἱὲ Ἀχιτώβ· καὶ εἶπεν· ἰδοὺ ἐγώ, λάλει κύριε.
13 Then Saul said to him, “Why have you conspired against me, you and the son of Jesse, in that you have given him bread and a sword, and have inquired of God for him, that he should rise against me, to lie in wait, as it is this day?”
13 καὶ εἶπεν αὐτῷ Σαούλ· ἱνατί συνέθου κατ᾿ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαὶ δοῦναί σε αὐτῷ ἄρτον καὶ ρομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ θέσθαι αὐτὸν ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη;
14 So Ahimelech answered the king and said, “And who among all your servants is as faithful as David, who is the king’s son-in-law, who goes at your bidding, and is honorable in your house?
14 καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπε· καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;
15 Did I then begin to inquire of God for him? Far be it from me! Let not the king impute anything to his servant, or to any in the house of my father. For your servant knew nothing of all this, little or much.”
15 ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ρῆμα μικρὸν ἢ μέγα.
16 And the king said, “You shall surely die, Ahimelech, you and all your father’s house!”
16 καὶ εἶπεν ὁ βασιλεὺς Σαούλ· θανάτῳ ἀποθανῇ, Ἀβιμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου.
17 Then the king said to the guards who stood about him, “Turn and kill the priests of the LORD, because their hand also is with David, and because they knew when he fled and did not tell it to me.” But the servants of the king would not lift their hands to strike the priests of the LORD.
17 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτόν· προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυίδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου.
18 And the king said to Doeg, “You turn and kill the priests!” So Doeg the Edomite turned and struck the priests, and killed on that day eighty-five men who wore a linen ephod.
18 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ· ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ.
19 Also Nob, the city of the priests, he struck with the edge of the sword, both men and women, children and nursing infants, oxen and donkeys and sheep—with the edge of the sword.
19 καὶ τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ρομφαίας ἀπ᾿ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου.
20 Now one of the sons of Ahimelech the son of Ahitub, named Abiathar, escaped and fled after David.
20 καὶ διασώζεται υἱὸς εἷς τῷ Ἀβιμέλεχ υἱῷ Ἀχιτώβ, καὶ ὄνομα αὐτῷ Ἀβιάθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυίδ.
21 And Abiathar told David that Saul had killed the LORD’s priests.
21 καὶ ἀπήγγειλεν Ἀβιάθαρ τῷ Δαυίδ, ὅτι ἐθανάτωσε Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου.
22 So David said to Abiathar, “I knew that day, when Doeg the Edomite was there, that he would surely tell Saul. I have caused the death of all the persons of your father’s house.
22 καὶ εἶπε Δαυὶδ τῷ Ἀβιάθαρ· ᾔδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου·
23 Stay with me; do not fear. For he who seeks my life seeks your life, but with me you shall be safe.”
23 κάθου μετ᾿ ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ᾿ ἐμοί.
NKJV translation