en
Old Testament
1 Then David fled from Naioth in Ramah, and went and said to Jonathan, “What have I done? What is my iniquity, and what is my sin before your father, that he seeks my life?”
1 ΚΑΙ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ραμὰ καὶ ἔρχεται ἐνώπιον Ἰωνάθαν καὶ εἶπε· τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;
2 So Jonathan said to him, “By no means! You shall not die! Indeed, my father will do nothing either great or small without first telling me. And why should my father hide this thing from me? It is not so!”
2 καὶ εἶπεν αὐτῷ Ἰωνάθαν· μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσει ὁ πατήρ μου ρῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπ᾿ ἐμοῦ τὸ ρῆμα τοῦτο; οὐκ ἔστι τοῦτο.
3 Then David took an oath again, and said, “Your father certainly knows that I have found favor in your eyes, and he has said, ‘Do not let Jonathan know this, lest he be grieved.’ But truly, as the LORD lives and as your soul lives, there is but a step between me and death.”
3 καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ἰωνάθαν καὶ εἶπε· γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε· μὴ γνώτω τοῦτο Ἰωνάθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι, καθὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ θανάτου.
4 So Jonathan said to David, “Whatever you yourself desire, I will do it for you.”
4 καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυίδ· τὶ ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι;
5 And David said to Jonathan, “Indeed tomorrow is the New Moon, and I should not fail to sit with the king to eat. But let me go, that I may hide in the field until the third day at evening.
5 καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν· ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης.
6 If your father misses me at all, then say, ‘David earnestly asked permission of me that he might run over to Bethlehem, his city, for there is a yearly sacrifice there for all the family.’
6 καὶ ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατὴρ σου, καὶ ἐρεῖς· παραιτούμενος παρῃτήσατο ἀπ᾿ ἐμοῦ Δαυὶδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ.
7 If he says thus: ‘It is well,’ your servant will be safe. But if he is very angry, be sure that evil is determined by him.
7 ἐὰν τάδε εἴπῃ· ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ᾿ αὐτοῦ.
8 Therefore you shall deal kindly with your servant, for you have brought your servant into a covenant of the LORD with you. Nevertheless, if there is iniquity in me, kill me yourself, for why should you bring me to your father?”
8 καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ, καὶ ἕως τοῦ πατρός σου ἱνατί οὕτως εἰσάγεις με;
9 But Jonathan said, “Far be it from you! For if I knew certainly that evil was determined by my father to come upon you, then would I not tell you?”
9 καὶ εἶπεν Ἰωνάθαν· μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι.
10 Then David said to Jonathan, “Who will tell me, or what if your father answers you roughly?”
10 καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν· τίς ἀπαγγείλῃ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς;
11 And Jonathan said to David, “Come, let us go out into the field.” So both of them went out into the field.
11 καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυίδ· πορεύου καὶ μένε εἰς ἀγρόν. καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν.
12 Then Jonathan said to David: “The LORD God of Israel is witness! When I have sounded out my father sometime tomorrow, or the third day, and indeed there is good toward David, and I do not send to you and tell you,
12 καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυίδ· Κύριος ὁ Θεὸς Ἰσραὴλ εἶδεν, ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυίδ, καὶ οὐ μὴ ἀποστείλω πρός σε εἰς ἀγρόν·
13 may the LORD do so and much more to Jonathan. But if it pleases my father to do you evil, then I will report it to you and send you away, that you may go in safety. And the LORD be with you as He has been with my father.
13 τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἰωνάθαν καὶ τάδε προσθείη, ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην· καὶ ἔσται Κύριος μετὰ σοῦ, καθὼς ἦν μετὰ τοῦ πατρός μου.
14 And you shall not only show me the kindness of the LORD while I still live, that I may not die;
14 καὶ ἐὰν μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ᾿ ἐμοῦ, καὶ ἐὰν θανάτῳ ἀποθάνω,
15 but you shall not cut off your kindness from my house forever, no, not when the LORD has cut off every one of the enemies of David from the face of the earth.”
15 οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μή, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἕκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς εὑρεθῆναι τὸ ὄνομα τοῦ Ἰωνάθαν ἀπὸ τοῦ οἴκου Δαυίδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ.
16 So Jonathan made a covenant with the house of David, saying, “Let the LORD require it at the hand of David’s enemies.”
17 καὶ προσέθετο ἔτι Ἰωνάθαν ὀμόσαι τῷ Δαυίδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν.
17 Now Jonathan again caused David to vow, because he loved him; for he loved him as he loved his own soul.
18 καὶ εἶπεν Ἰωνάθαν· αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου.
18 Then Jonathan said to David, “Tomorrow is the New Moon; and you will be missed, because your seat will be empty.
19 καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου, οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο.
19 And when you have stayed three days, go down quickly and come to the place where you hid on the day of the deed; and remain by the stone Ezel.
20 καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν ἀματταρί.
20 Then I will shoot three arrows to the side, as though I shot at a target;
21 καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον λέγων· δεῦρο εὑρέ μοι τὴν σχίζαν·
21 and there I will send a lad, saying, ‘Go, find the arrows.’ If I expressly say to the lad, ‘Look, the arrows are on this side of you; get them and come’—then, as the LORD lives, there is safety for you and no harm.
22 ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ· ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν, παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος· ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ· ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου ὅτι ἐξαπέσταλκέ σε Κύριος.
22 But if I say thus to the young man, ‘Look, the arrows are beyond you’—go your way, for the LORD has sent you away.
23 καὶ τὸ ρῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ Κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.
23 And as for the matter which you and I have spoken of, indeed the LORD be between you and me forever.”
24 Καὶ κρύπτεται Δαυὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μήν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν.
24 Then David hid in the field. And when the New Moon had come, the king sat down to eat the feast.
25 καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ, ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασε τὸν Ἰωνάθαν, καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαούλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυίδ.
25 Now the king sat on his seat, as at other times, on a seat by the wall. And Jonathan arose, and Abner sat by Saul’s side, but David’s place was empty.
26 καὶ οὐκ ἐλάλησε Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἴρηκε· σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται.
26 Nevertheless Saul did not say anything that day, for he thought, “Something has happened to him; he is unclean, surely he is unclean.”
27 καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυίδ, καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ· τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;
27 And it happened the next day, the second day of the month, that David’s place was empty. And Saul said to Jonathan his son, “Why has the son of Jesse not come to eat, either yesterday or today?”
28 καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ καὶ εἶπεν αὐτῷ· παρῃ£τηται παρ᾿ ἐμοῦ Δαυὶδ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι.
28 So Jonathan answered Saul, “David earnestly asked permission of me to go to Bethlehem.
29 καὶ εἶπεν· ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου, καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διαβήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως.
29 And he said, ‘Please let me go, for our family has a sacrifice in the city, and my brother has commanded me to be there. And now, if I have found favor in your eyes, please let me get away and see my brothers.’ Therefore he has not come to the king’s table.”
30 καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα καὶ εἶπεν αὐτῷ· υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;
30 Then Saul’s anger was aroused against Jonathan, and he said to him, “You son of a perverse, rebellious woman! Do I not know that you have chosen the son of Jesse to your own shame and to the shame of your mother’s nakedness?
31 ὅτι πάσας τὰς ἡμέρας, ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.
31 For as long as the son of Jesse lives on the earth, you shall not be established, nor your kingdom. Now therefore, send and bring him to me, for he shall surely die.”
32 καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαούλ· ἱνατί ἀποθνήσκει; τί πεποίηκε;
32 And Jonathan answered Saul his father, and said to him, “Why should he be killed? What has he done?”
33 καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν. καὶ ἔγνω Ἰωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ,
33 Then Saul cast a spear at him to kill him, by which Jonathan knew that it was determined by his father to kill David.
34 καὶ ἀνεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυίδ, ὅτι συνετέλεσεν ἐπ᾿ αὐτὸν ὁ πατὴρ αὐτοῦ.
34 So Jonathan arose from the table in fierce anger, and ate no food the second day of the month, for he was grieved for David, because his father had treated him shamefully.
35 Καὶ ἐγενήθη πρωΐ καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυίδ, καὶ παιδάριον μικρὸν μετ᾿ αὐτοῦ.
35 And so it was, in the morning, that Jonathan went out into the field at the time appointed with David, and a little lad was with him.
36 καὶ εἶπε τῷ παιδαρίῳ· δράμε, εὑρέ μοι τὰς σχίζας, ἐν αἷς ἐγὼ ἀκοντίζω. καὶ τὸ παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν.
36 Then he said to his lad, “Now run, find the arrows which I shoot.” As the lad ran, he shot an arrow beyond him.
37 καὶ ἦλθε τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης, οὗ ἠκόντιζεν Ἰωνάθαν, καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν· ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα·
37 When the lad had come to the place where the arrow was which Jonathan had shot, Jonathan cried out after the lad and said, “Is not the arrow beyond you?”
38 καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων· ταχύνας σπεῦσον καὶ μὴ στῇς. καὶ ἀνέλεξε τὸ παιδάριον Ἰωνάθαν τὰς σχίζας καὶ ἤνεγκε τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ.
38 And Jonathan cried out after the lad, “Make haste, hurry, do not delay!” So Jonathan’s lad gathered up the arrows and came back to his master.
39 καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν, πάρεξ Ἰωνάθαν καὶ Δαυὶδ ἔγνωσαν τὸ ρῆμα.
39 But the lad did not know anything. Only Jonathan and David knew of the matter.
40 καὶ Ἰωνάθαν ἔδωκε τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ· πορεύου, εἴσελθε εἰς τὴν πόλιν.
40 Then Jonathan gave his weapons to his lad, and said to him, “Go, carry them to the city.”
41 καὶ ὡς εἰσῆλθε τὸ παιδάριον, καὶ Δαυὶδ ἀνέστη ἀπὸ τοῦ ἐργὰβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης.
41 As soon as the lad had gone, David arose from a place toward the south, fell on his face to the ground, and bowed down three times. And they kissed one another; and they wept together, but David more so.
42 καὶ εἶπεν Ἰωνάθαν τῷ Δαυίδ· πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου λέγοντες· Κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καί σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.
42 Then Jonathan said to David, “Go in peace, since we have both sworn in the name of the LORD, saying, ‘May the LORD be between you and me, and between your descendants and my descendants, forever.’ ” So he arose and departed, and Jonathan went into the city.
NKJV translation