en
Old Testament
1 And Hannah prayed and said: “My heart rejoices in the LORD; My horn is exalted in the LORD. I smile at my enemies, Because I rejoice in Your salvation.
1 ΕΣΤΕΡΕΩΘΗ ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου· ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου.
2 “No one is holy like the LORD, For there is none besides You, Nor is there any rock like our God.
2 ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν· οὐκ ἔστιν ἅγιος πλήν σου.
3 “Talk no more so very proudly; Let no arrogance come from your mouth, For the LORD is the God of knowledge; And by Him actions are weighed.
3 μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεων Κύριος καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
4 “The bows of the mighty men are broken, And those who stumbled are girded with strength.
4 τόξον δυνατῶν ἠσθένησε, καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν·
5 Those who were full have hired themselves out for bread, And the hungry have ceased to hunger. Even the barren has borne seven, And she who has many children has become feeble.
5 πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.
6 “The LORD kills and makes alive; He brings down to the grave and brings up.
6 Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει·
7 The LORD makes poor and makes rich; He brings low and lifts up.
7 Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.
8 He raises the poor from the dust And lifts the beggar from the ash heap, To set them among princes And make them inherit the throne of glory. “For the pillars of the earth are the LORD’s, And He has set the world upon them.
8 ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαοῦ καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
9 He will guard the feet of His saints, But the wicked shall be silent in darkness. “For by strength no man shall prevail.
9 διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου· ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ,
10 The adversaries of the LORD shall be broken in pieces; From heaven He will thunder against them. The LORD will judge the ends of the earth. “He will give strength to His king, And exalt the horn of His anointed.”
10 Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος. μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ᾿ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.
11 Then Elkanah went to his house at Ramah. But the child ministered to the LORD before Eli the priest.
11 Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ, καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ Κυρίου ἐνώπιον Ἡλὶ τοῦ ἱερέως.
12 Now the sons of Eli were corrupt; they did not know the LORD.
12 Καὶ οἱ υἱοὶ Ἡλὶ τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν Κύριον. καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ, παντὸς τοῦ θύοντος·
13 And the priests’ custom with the people was that when any man offered a sacrifice, the priest’s servant would come with a three-pronged fleshhook in his hand while the meat was boiling.
13 καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ,
14 Then he would thrust it into the pan, or kettle, or caldron, or pot; and the priest would take for himself all that the fleshhook brought up. So they did in Shiloh to all the Israelites who came there.
14 καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκεῖον ἢ εἰς τὴν χύτραν· καὶ πᾶν, ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ἰσραὴλ τοῖς ἐρχομένοις θῦσαι Κυρίῳ ἐν Σηλὼμ.
15 Also, before they burned the fat, the priest’s servant would come and say to the man who sacrificed, “Give meat for roasting to the priest, for he will not take boiled meat from you, but raw.”
15 καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ, ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγε τῷ ἀνδρὶ τῷ θύοντι· δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ κρέας ἑφθὸν ἐκ τοῦ λέβητος.
16 And if the man said to him, “They should really burn the fat first; then you may take as much as your heart desires,” he would then answer him, “No, but you must give it now; and if not, I will take it by force.”
16 καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων· θυμιαθήτω πρῶτον, ὡς καθήκει, τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων, ὧν ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ εἶπεν· οὐχί, ὅτι νῦν δώσεις, καὶ ἐὰν μή, λήψομαι κραταιῶς.
17 Therefore the sin of the young men was very great before the LORD, for men abhorred the offering of the LORD.
17 καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν Κυρίου.
18 But Samuel ministered before the LORD, even as a child, wearing a linen ephod.
18 καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου παιδάριον περιεζωσμένον ἐφοὺδ βάρ,
19 Moreover his mother used to make him a little robe, and bring it to him year by year when she came up with her husband to offer the yearly sacrifice.
19 καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν.
20 And Eli would bless Elkanah and his wife, and say, “The LORD give you descendants from this woman for the loan that was given to the LORD.” Then they would go to their own home.
20 καὶ εὐλόγησεν Ἡλὶ τὸν Ἑλκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ λέγων· ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ Κυρίῳ. καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ,
21 And the LORD visited Hannah, so that she conceived and bore three sons and two daughters. Meanwhile the child Samuel grew before the LORD.
21 καὶ ἐπεσκέψατο Κύριος τὴν Ἄνναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας. καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουὴλ ἐνώπιον Κυρίου.
22 Now Eli was very old; and he heard everything his sons did to all Israel, and how they lay with the women who assembled at the door of the tabernacle of meeting.
22 Καὶ Ἡλὶ πρεσβύτης σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ,
23 So he said to them, “Why do you do such things? For I hear of your evil dealings from all the people.
23 καὶ εἶπεν αὐτοῖς· ἱνατί ποιεῖτε κατὰ τὸ ρῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου;
24 No, my sons! For it is not a good report that I hear. You make the LORD’s people transgress.
24 μή, τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί, ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν Θεῷ.
25 If one man sins against another, God will judge him. But if a man sins against the LORD, who will intercede for him?” Nevertheless they did not heed the voice of their father, because the LORD desired to kill them.
25 ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς.
26 And the child Samuel grew in stature, and in favor both with the LORD and men.
26 καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἦν ἀγαθὸν μετά Κυρίου καὶ μετὰ ἀνθρώπων.
27 Then a man of God came to Eli and said to him, “Thus says the LORD: ‘Did I not clearly reveal Myself to the house of your father when they were in Egypt in Pharaoh’s house?
27 καὶ ἦλθεν ὁ ἄνθρωπος Θεοῦ πρὸς Ἡλὶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον τοῦ πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραὼ
28 Did I not choose him out of all the tribes of Israel to be My priest, to offer upon My altar, to burn incense, and to wear an ephod before Me? And did I not give to the house of your father all the offerings of the children of Israel made by fire?
28 καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ἰσραὴλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμιᾶν θυμίαμα καὶ αἴρειν ἐφοὺδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ἰσραὴλ εἰς βρῶσιν·
29 Why do you kick at My sacrifice and My offering which I have commanded in My dwelling place, and honor your sons more than Me, to make yourselves fat with the best of all the offerings of Israel My people?’
29 ἱνατί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ Ἰσραὴλ ἔμπροσθέν μου;
30 Therefore the LORD God of Israel says: ‘I said indeed that your house and the house of your father would walk before Me forever.’ But now the LORD says: ‘Far be it from Me; for those who honor Me I will honor, and those who despise Me shall be lightly esteemed.
30 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· εἶπα· ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησὶ Κύριος· μηδαμῶς ἐμοί, ὅτι ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.
31 Behold, the days are coming that I will cut off your arm and the arm of your father’s house, so that there will not be an old man in your house.
31 ἰδοὺ ἔρχονται ἡμέραι καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου,
32 And you will see an enemy in My dwelling place, despite all the good which God does for Israel. And there shall not be an old man in your house forever.
32 καὶ οὐκ ἔσται σοι πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας·
33 But any of your men whom I do not cut off from My altar shall consume your eyes and grieve your heart. And all the descendants of your house shall die in the flower of their age.
33 καὶ ἄνδρα οὐκ ἐξολοθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ρομφαίᾳ ἀνδρῶν.
34 Now this shall be a sign to you that will come upon your two sons, on Hophni and Phinehas: in one day they shall die, both of them.
34 καὶ τοῦτό σοι τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου, Ὀφνὶ καὶ Φινεές· ἐν μιᾷ ἡμέρᾳ ἀποθανοῦνται ἀμφότεροι.
35 Then I will raise up for Myself a faithful priest who shall do according to what is in My heart and in My mind. I will build him a sure house, and he shall walk before My anointed forever.
35 καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἀνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.
36 And it shall come to pass that everyone who is left in your house will come and bow down to him for a piece of silver and a morsel of bread, and say, “Please, put me in one of the priestly positions, that I may eat a piece of bread.” ’ ”
36 καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων· παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.
NKJV translation