en
Old Testament
1 Now the LORD said to Samuel, “How long will you mourn for Saul, seeing I have rejected him from reigning over Israel? Fill your horn with oil, and go; I am sending you to Jesse the Bethlehemite. For I have provided Myself a king among his sons.”
1 ΚΑΙ εἶπε Κύριος πρὸς Σαμουήλ· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα.
2 And Samuel said, “How can I go? If Saul hears it, he will kill me.” But the LORD said, “Take a heifer with you, and say, ‘I have come to sacrifice to the LORD.’
2 καὶ εἶπε Σαμουήλ· πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπε Κύριος· δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς· θῦσαι τῷ Κυρίῳ ἥκω·
3 Then invite Jesse to the sacrifice, and I will show you what you shall do; you shall anoint for Me the one I name to you.”
3 καὶ καλέσεις τὸν Ἰεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἂν εἴπω πρός σε.
4 So Samuel did what the LORD said, and went to Bethlehem. And the elders of the town trembled at his coming, and said, “Do you come peaceably?”
4 καὶ ἐποίησε Σαμουὴλ πάντα, ἃ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ἦλθεν εἰς Βηθλεέμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν· εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων;
5 And he said, “Peaceably; I have come to sacrifice to the LORD. Sanctify yourselves, and come with me to the sacrifice.” Then he consecrated Jesse and his sons, and invited them to the sacrifice.
5 καὶ εἶπεν· εἰρήνη· θῦσαι τῷ Κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ᾿ ἐμοῦ σήμερον, καὶ ἡγίασε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν.
6 So it was, when they came, that he looked at Eliab and said, “Surely the LORD’s anointed is before Him!”
6 καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς καὶ εἶδε τὸν Ἐλιὰβ καὶ εἶπεν· ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ.
7 But the LORD said to Samuel, “Do not look at his appearance or at his physical stature, because I have refused him. For the LORD does not see as man sees; for man looks at the outward appearance, but the LORD looks at the heart.”
7 καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν.
8 So Jesse called Abinadab, and made him pass before Samuel. And he said, “Neither has the LORD chosen this one.”
8 καὶ ἐκάλεσεν Ἰεσσαὶ τὸν Ἀμιναδάβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν· οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός.
9 Then Jesse made Shammah pass by. And he said, “Neither has the LORD chosen this one.”
9 καὶ παρήγαγεν Ἰεσσαὶ τὸν Σαμά· καὶ εἶπε· καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος.
10 Thus Jesse made seven of his sons pass before Samuel. And Samuel said to Jesse, “The LORD has not chosen these.”
10 καὶ παρήγαγεν Ἰεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπε Σαμουήλ· οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις.
11 And Samuel said to Jesse, “Are all the young men here?” Then he said, “There remains yet the youngest, and there he is, keeping the sheep.” And Samuel said to Jesse, “Send and bring him. For we will not sit down till he comes here.”
11 καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί· ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν· ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί· ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν.
12 So he sent and brought him in. Now he was ruddy, with bright eyes, and good-looking. And the LORD said, “Arise, anoint him; for this is the one!”
12 καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν· καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει Κυρίῳ. καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἀνάστα καὶ χρῖσον τὸν Δαυίδ, ὅτι οὗτός ἐστιν ἀγαθός.
13 Then Samuel took the horn of oil and anointed him in the midst of his brothers; and the Spirit of the LORD came upon David from that day forward. So Samuel arose and went to Ramah.
13 καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ.
14 But the Spirit of the LORD departed from Saul, and a distressing spirit from the LORD troubled him.
14 Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου.
15 And Saul’s servants said to him, “Surely, a distressing spirit from God is troubling you.
15 καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν· ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε·
16 Let our master now command your servants, who are before you, to seek out a man who is a skillful player on the harp. And it shall be that he will play it with his hand when the distressing spirit from God is upon you, and you shall be well.”
16 εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου, καὶ ζητησάτωσαν τῷ Κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπί σοι καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε.
17 So Saul said to his servants, “Provide me now a man who can play well, and bring him to me.”
17 καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ· ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρός με.
18 Then one of the servants answered and said, “Look, I have seen a son of Jesse the Bethlehemite, who is skillful in playing, a mighty man of valor, a man of war, prudent in speech, and a handsome person; and the LORD is with him.”
18 καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν· ἰδοὺ ἑώρακα υἱὸν τῷ Ἰεσσαὶ Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετὸς καὶ πολεμιστὴς καὶ σοφὸς λόγῳ, καὶ ὁ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ Κύριος μετ᾿ αὐτοῦ.
19 Therefore Saul sent messengers to Jesse, and said, “Send me your son David, who is with the sheep.”
19 καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους πρὸς Ἰεσσαὶ λέγων· ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυὶδ τὸν ἐν τῷ ποιμνίῳ σου.
20 And Jesse took a donkey loaded with bread, a skin of wine, and a young goat, and sent them by his son David to Saul.
20 καὶ ἔλαβεν Ἰεσσαὶ γομὸρ ἄρτων καὶ ἀσκὸν οἶνου καὶ ἔριφον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ.
21 So David came to Saul and stood before him. And he loved him greatly, and he became his armorbearer.
21 καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ.
22 Then Saul sent to Jesse, saying, “Please let David stand before me, for he has found favor in my sight.”
22 καὶ ἀπέστειλε Σαοὺλ πρὸς Ἰεσσαὶ λέγων· παριστάσθω δὴ Δαυὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρε χάριν ἐν ὀφθαλμοῖς μου.
23 And so it was, whenever the spirit from God was upon Saul, that David would take a harp and play it with his hand. Then Saul would become refreshed and well, and the distressing spirit would depart from him.
23 καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανε Δαυὶδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ. καὶ ἀνέψυχε Σαούλ, καὶ ἀγαθὸν αὐτῷ. καὶ ἀφίστατο ἀπ᾿ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.
NKJV translation