en
Old Testament
1 Now it happened one day that Jonathan the son of Saul said to the young man who bore his armor, “Come, let us go over to the Philistines’ garrison that is on the other side.” But he did not tell his father.
1 ΚΑΙ γίνεται ἡ ἡμέρα καὶ εἶπεν Ἰωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· δεῦρο, καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε.
2 And Saul was sitting in the outskirts of Gibeah under a pomegranate tree which is in Migron. The people who were with him were about six hundred men.
2 καὶ Σαοὺλ ἐκάθητο ἐπ᾿ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ροὰν τὴν ἐν Μαγδών, καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες·
3 Ahijah the son of Ahitub, Ichabod’s brother, the son of Phinehas, the son of Eli, the LORD’s priest in Shiloh, was wearing an ephod. But the people did not know that Jonathan had gone.
3 καὶ Ἀχιὰ υἱὸς Ἀχιτὼβ ἀδελφοῦ Ἰωχαβὴδ υἱοῦ Φινεὲς υἱοῦ Ἡλὶ ἱερεὺς τοῦ Θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ἰωνάθαν.
4 Between the passes, by which Jonathan sought to go over to the Philistines’ garrison, there was a sharp rock on one side and a sharp rock on the other side. And the name of one was Bozez, and the name of the other Seneh.
4 καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει Ἰωνάθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ὁδοὺς πέτρας ἐκ τούτου καὶ ὁδοὺς πέτρας ἐκ τούτου, ὄνομα τῷ ἑνὶ Βασὲς καὶ ὄνομα τῷ ἄλλῳ Σεννά·
5 The front of one faced northward opposite Michmash, and the other southward opposite Gibeah.
5 ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμὰς καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβαέ.
6 Then Jonathan said to the young man who bore his armor, “Come, let us go over to the garrison of these uncircumcised; it may be that the LORD will work for us. For nothing restrains the LORD from saving by many or by few.”
6 καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ· δεῦρο διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴτι ποιήσαι Κύριος ἡμῖν· ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.
7 So his armorbearer said to him, “Do all that is in your heart. Go then; here I am with you, according to your heart.”
7 καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ· ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκλίνῃ, ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σου καρδία μου.
8 Then Jonathan said, “Very well, let us cross over to these men, and we will show ourselves to them.
8 καὶ εἶπεν Ἰωνάθαν· ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς·
9 If they say thus to us, ‘Wait until we come to you,’ then we will stand still in our place and not go up to them.
9 ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ᾿ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ᾿ αὐτούς·
10 But if they say thus, ‘Come up to us,’ then we will go up. For the LORD has delivered them into our hand, and this will be a sign to us.”
10 ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.
11 So both of them showed themselves to the garrison of the Philistines. And the Philistines said, “Look, the Hebrews are coming out of the holes where they have hidden.”
11 καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰβ τῶν ἀλλοφύλων· καὶ λέγουσιν οἱ ἀλλόφυλοι· ἰδοὺ Ἑβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ.
12 Then the men of the garrison called to Jonathan and his armorbearer, and said, “Come up to us, and we will show you something.” Jonathan said to his armorbearer, “Come up after me, for the LORD has delivered them into the hand of Israel.”
12 καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰβ πρὸς Ἰωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν· ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ρῆμα. καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἰσραήλ.
13 And Jonathan climbed up on his hands and knees with his armorbearer after him; and they fell before Jonathan. And as he came after him, his armorbearer killed them.
13 καὶ ἀνέβη Ἰωνάθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ἰωνάθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ.
14 That first slaughter which Jonathan and his armorbearer made was about twenty men within about half an acre of land.
14 καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσιν ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξι τοῦ πεδίου.
15 And there was trembling in the camp, in the field, and among all the people. The garrison and the raiders also trembled; and the earth quaked, so that it was a very great trembling.
15 καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαὸς ὁ ἐν Μεσσὰβ καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου.
16 Now the watchmen of Saul in Gibeah of Benjamin looked, and there was the multitude, melting away; and they went here and there.
16 καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν.
17 Then Saul said to the people who were with him, “Now call the roll and see who has gone from us.” And when they had called the roll, surprisingly, Jonathan and his armorbearer were not there.
17 καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ· ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ.
18 And Saul said to Ahijah, “Bring the ark of God here” (for at that time the ark of God was with the children of Israel).
18 καὶ εἶπε Σαοὺλ τῷ Ἀχιᾷ· προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ᾖρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ἰσραήλ.
19 Now it happened, while Saul talked to the priest, that the noise which was in the camp of the Philistines continued to increase; so Saul said to the priest, “Withdraw your hand.”
19 καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε· καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα· συνάγαγε τὰς χεῖράς σου.
20 Then Saul and all the people who were with him assembled, and they went to the battle; and indeed every man’s sword was against his neighbor, and there was very great confusion.
20 καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ρομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.
21 Moreover the Hebrews who were with the Philistines before that time, who went up with them into the camp from the surrounding country, they also joined the Israelites who were with Saul and Jonathan.
21 καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ἰσραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ἰωνάθαν.
22 Likewise all the men of Israel who had hidden in the mountains of Ephraim, when they heard that the Philistines fled, they also followed hard after them in the battle.
22 καὶ πᾶς Ἰσραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Ἐφραὶμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσι καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.
23 So the LORD saved Israel that day, and the battle shifted to Beth Aven.
23 καὶ ἔσωσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰσραήλ. Καὶ ὁ πόλεμος διῆλθε τὴν Βαμώθ, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Ἐφραίμ.
24 And the men of Israel were distressed that day, for Saul had placed the people under oath, saying, “Cursed is the man who eats any food until evening, before I have taken vengeance on my enemies.” So none of the people tasted food.
24 καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου. καὶ πᾶσα ἡ γῆ ἠρίστα.
25 Now all the people of the land came to a forest; and there was honey on the ground.
25 καὶ Ἰάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ,
26 And when the people had come into the woods, there was the honey, dripping; but no one put his hand to his mouth, for the people feared the oath.
26 καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον Κυρίου.
27 But Jonathan had not heard his father charge the people with the oath; therefore he stretched out the end of the rod that was in his hand and dipped it in a honeycomb, and put his hand to his mouth; and his countenance brightened.
27 καὶ Ἰωνάθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ.
28 Then one of the people said, “Your father strictly charged the people with an oath, saying, ‘Cursed is the man who eats food this day.’ ” And the people were faint.
28 καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν· ὁρκίσας ὥρκισε τὸν λαὸν ὁ πατήρ σου λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον σήμερον, καὶ ἐξελύθη ὁ λαός.
29 But Jonathan said, “My father has troubled the land. Look now, how my countenance has brightened because I tasted a little of this honey.
29 καὶ ἔγνω Ἰωνάθαν καὶ εἶπεν· ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχύ τι τοῦ μέλιτος τούτου·
30 How much better if the people had eaten freely today of the spoil of their enemies which they found! For now would there not have been a much greater slaughter among the Philistines?”
30 ἀλλ᾿ ὅτι εἰ ἔφαγεν ἔσθων σήμερον ὁ λαὸς τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις.
31 Now they had driven back the Philistines that day from Michmash to Aijalon. So the people were very faint.
31 καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχμάς, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα.
32 And the people rushed on the spoil, and took sheep, oxen, and calves, and slaughtered them on the ground; and the people ate them with the blood.
32 καὶ ἐκλήθη ὁ λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι.
33 Then they told Saul, saying, “Look, the people are sinning against the LORD by eating with the blood!” So he said, “You have dealt treacherously; roll a large stone to me this day.”
33 καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες· ἡμάρτηκεν ὁ λαὸς τῷ Κυρίῳ φαγὼν σὺν τῷ αἵματι. καὶ εἶπε Σαοὺλ ἐκ Γεθθαίμ· κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν.
34 Then Saul said, “Disperse yourselves among the people, and say to them, ‘Bring me here every man’s ox and every man’s sheep, slaughter them here, and eat; and do not sin against the LORD by eating with the blood.’ ” So every one of the people brought his ox with him that night, and slaughtered it there.
34 καὶ εἶπε Σαούλ· διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ Κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ.
35 Then Saul built an altar to the LORD. This was the first altar that he built to the LORD.
35 καὶ ᾠκοδόμησεν ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ Κυρίῳ· τοῦτο ἤρξατο Σαοὺλ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ.
36 Now Saul said, “Let us go down after the Philistines by night, and plunder them until the morning light; and let us not leave a man of them.” And they said, “Do whatever seems good to you.” Then the priest said, “Let us draw near to God here.”
36 Καὶ εἶπε Σαούλ· καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολείπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν· πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ὁ ἱερεύς· προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν.
37 So Saul asked counsel of God, “Shall I go down after the Philistines? Will You deliver them into the hand of Israel?” But He did not answer him that day.
37 καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ἰσραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
38 And Saul said, “Come over here, all you chiefs of the people, and know and see what this sin was today.
38 καὶ εἶπε Σαούλ· προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ἰσραὴλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον·
39 For as the LORD lives, who saves Israel, though it be in Jonathan my son, he shall surely die.” But not a man among all the people answered him.
39 ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραήλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.
40 Then he said to all Israel, “You be on one side, and my son Jonathan and I will be on the other side.” And the people said to Saul, “Do what seems good to you.”
40 καὶ εἶπε παντὶ ἀνδρὶ Ἰσραήλ· ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωνάθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει.
41 Therefore Saul said to the LORD God of Israel, “Give a perfect lot.” So Saul and Jonathan were taken, but the people escaped.
41 καὶ εἶπε Σαούλ· Κύριε ὁ Θεὸς Ἰσραήλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν Ἰωνάθαν τῷ υἱῷ μου ἡ ἀδικία; Κύριε ὁ Θεὸς Ἰσραὴλ δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς, ἐν τῷ λαῷ σου Ἰσραήλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται Ἰωνάθαν καὶ Σαούλ, καὶ ὁ λαὸς ἐξῆλθε.
42 And Saul said, “Cast lots between my son Jonathan and me.” So Jonathan was taken.
42 καὶ εἶπε Σαούλ· βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ἰωνάθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται Κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· οὐκ ἔστι τὸ ρῆμα τοῦτο. καὶ κατεκράτησε Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται Ἰωνάθαν.
43 Then Saul said to Jonathan, “Tell me what you have done.” And Jonathan told him, and said, “I only tasted a little honey with the end of the rod that was in my hand. So now I must die!”
43 καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν· ἀπάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν καὶ εἶπε· γευόμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω.
44 Saul answered, “God do so and more also; for you shall surely die, Jonathan.”
44 καὶ εἶπεν αὐτῷ Σαούλ· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον.
45 But the people said to Saul, “Shall Jonathan die, who has accomplished this great deliverance in Israel? Certainly not! As the LORD lives, not one hair of his head shall fall to the ground, for he has worked with God this day.” So the people rescued Jonathan, and he did not die.
45 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ἰσραήλ; ζῇ Κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανε.
46 Then Saul returned from pursuing the Philistines, and the Philistines went to their own place.
46 καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν.
47 So Saul established his sovereignty over Israel, and fought against all his enemies on every side, against Moab, against the people of Ammon, against Edom, against the kings of Zobah, and against the Philistines. Wherever he turned, he harassed them.
47 Καὶ Σαοὺλ κατακληροῦται ἔργον ἐπὶ Ἰσραήλ. καὶ ἐπολέμει κύκλῳ πάντας τούς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωὰβ καὶ εἰς τοὺς υἱοὺς Ἀμμὼν καὶ εἰς τοὺς υἱοὺς Ἐδὼμ καὶ εἰς τὸν Βαιθεὼρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη, ἐσώζετο.
48 And he gathered an army and attacked the Amalekites, and delivered Israel from the hands of those who plundered them.
48 καὶ ἐποίησε δύναμιν καὶ ἐπάταξε τὸν Ἀμαλὴκ καὶ ἐξείλατο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν.
49 The sons of Saul were Jonathan, Jishui, and Malchishua. And the names of his two daughters were these: the name of the firstborn Merab, and the name of the younger Michal.
49 καὶ ἦσαν οἱ υἱοὶ Σαοὺλ Ἰωνάθαν καὶ Ἰεσσιοὺ καὶ Μελχισά· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μερόβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχόλ·
50 The name of Saul’s wife was Ahinoam the daughter of Ahimaaz. And the name of the commander of his army was Abner the son of Ner, Saul’s uncle.
50 καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀχινοὸμ θυγάτηρ Ἀχιμάας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ αὐτοῦ Ἀβεννήρ, υἱὸς Νήρ, υἱοῦ οἰκείου Σαούλ·
51 Kish was the father of Saul, and Ner the father of Abner was the son of Abiel.
51 καὶ Κὶς πατὴρ Σαοὺλ καὶ Νὴρ πατὴρ Ἀβεννὴρ υἱὸς Ἰαμὶν υἱοῦ Ἀβιήλ.
52 Now there was fierce war with the Philistines all the days of Saul. And when Saul saw any strong man or any valiant man, he took him for himself.
52 καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαούλ. καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.
NKJV translation