en
Old Testament
1 Saul reigned one year; and when he had reigned two years over Israel,
2 ΚΑΙ ἐκλέγεται ἑαυτῷ Σαοὺλ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ἰσραήλ, καὶ ἦσαν μετὰ Σαοὺλ δισχίλιοι οἱ ἐν Μαχμάς, καὶ ἐν τῷ ὄρει Βαιθήλ, καὶ χίλιοι ἦσαν μετὰ Ἰωνάθαν ἐν Γαβαὰ τοῦ Βενιαμίν, καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ.
2 Saul chose for himself three thousand men of Israel. Two thousand were with Saul in Michmash and in the mountains of Bethel, and a thousand were with Jonathan in Gibeah of Benjamin. The rest of the people he sent away, every man to his tent.
3 καὶ ἐπάταξεν Ἰωνάθαν τὸν Νασὶβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ· καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι. καὶ Σαοὺλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων· ἠθετήκασιν οἱ δοῦλοι.
3 And Jonathan attacked the garrison of the Philistines that was in Geba, and the Philistines heard of it. Then Saul blew the trumpet throughout all the land, saying, “Let the Hebrews hear!”
4 καὶ πᾶς Ἰσραὴλ ἤκουσε λεγόντων· πέπαικε Σαοὺλ τὸν Νασὶβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν Ἰσραὴλ ἐν τοῖς ἀλλοφύλοις. καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ὀπίσω Σαοὺλ ἐν Γαλγάλοις.
4 Now all Israel heard it said that Saul had attacked a garrison of the Philistines, and that Israel had also become an abomination to the Philistines. And the people were called together to Saul at Gilgal.
5 καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ἰσραήλ, καὶ ἀναβαίνουσιν ἐπὶ Ἰσραὴλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει· καὶ ἀναβαίνουσι καὶ παρεμβάλλουσιν ἐν Μαχμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ νότου.
5 Then the Philistines gathered together to fight with Israel, thirty thousand chariots and six thousand horsemen, and people as the sand which is on the seashore in multitude. And they came up and encamped in Michmash, to the east of Beth Aven.
6 καὶ ἀνὴρ Ἰσραὴλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις,
6 When the men of Israel saw that they were in danger (for the people were distressed), then the people hid in caves, in thickets, in rocks, in holes, and in pits.
7 καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ἰορδάνην εἰς γῆν Γὰδ καὶ Γαλαάδ. καὶ Σαοὺλ ἔτι ἦν ἐν Γαλγάλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ.
7 And some of the Hebrews crossed over the Jordan to the land of Gad and Gilead. As for Saul, he was still in Gilgal, and all the people followed him trembling.
8 καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπε Σαμουὴλ, καὶ οὐ παρεγένετο Σαμουὴλ εἰς Γάλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ᾿ αὐτοῦ.
8 Then he waited seven days, according to the time set by Samuel. But Samuel did not come to Gilgal; and the people were scattered from him.
9 καὶ εἶπε Σαούλ· προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκε τὴν ὁλοκαύτωσιν.
9 So Saul said, “Bring a burnt offering and peace offerings here to me.” And he offered the burnt offering.
10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουὴλ παραγίνεται· καὶ ἐξῆλθε Σαοὺλ εἰς ἀπάντησιν αὐτοῦ εὐλογῆσαι αὐτόν.
10 Now it happened, as soon as he had finished presenting the burnt offering, that Samuel came; and Saul went out to meet him, that he might greet him.
11 καὶ εἶπε Σαμουήλ· τί πεποίηκας; καὶ εἶπε Σαούλ· ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ᾿ ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχμάς,
11 And Samuel said, “What have you done?” Saul said, “When I saw that the people were scattered from me, and that you did not come within the days appointed, and that the Philistines gathered together at Michmash,
12 καὶ εἶπα· νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γάλγαλα καὶ τοῦ προσώπου τοῦ Κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν.
12 then I said, ‘The Philistines will now come down on me at Gilgal, and I have not made supplication to the LORD.’ Therefore I felt compelled, and offered a burnt offering.”
13 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι Κύριος, ὡς νῦν ἡτοίμασε Κύριος τὴν βασιλείαν σου ἐπὶ Ἰσραὴλ ἕως αἰῶνος·
13 And Samuel said to Saul, “You have done foolishly. You have not kept the commandment of the LORD your God, which He commanded you. For now the LORD would have established your kingdom over Israel forever.
14 καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεταί σοι, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.
14 But now your kingdom shall not continue. The LORD has sought for Himself a man after His own heart, and the LORD has commanded him to be commander over His people, because you have not kept what the LORD commanded you.”
15 καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν ἐκ Γαλγάλων εἰς ὁδὸν αὐτοῦ, καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμὶν καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετ᾿ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας.
15 Then Samuel arose and went up from Gilgal to Gibeah of Benjamin. And Saul numbered the people present with him, about six hundred men.
16 καὶ Σαοὺλ καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ᾿ αὐτῶν ἐκάθισαν ἐν Γαβαὰ Βενιαμὶν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν ἐν Μαχμάς.
16 Saul, Jonathan his son, and the people present with them remained in Gibeah of Benjamin. But the Philistines encamped in Michmash.
17 καὶ ἐξῆλθε διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς· ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερὰ ἐπὶ γῆν Σωγάλ,
17 Then raiders came out of the camp of the Philistines in three companies. One company turned onto the road to Ophrah, to the land of Shual,
18 καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Βαιθωρών, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβαὲ τὴν εἰσκύπτουσαν ἐπὶ Γαὶ τὴν Σαβίμ.
18 another company turned to the road to Beth Horon, and another company turned to the road of the border that overlooks the Valley of Zeboim toward the wilderness.
19 καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ἰσραήλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι· μὴ ποιήσωσιν οἱ Ἑβραῖοι ρομφαίαν καὶ δόρυ.
19 Now there was no blacksmith to be found throughout all the land of Israel, for the Philistines said, “Lest the Hebrews make swords or spears.”
20 καὶ κατέβαινον πᾶς Ἰσραὴλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ.
20 But all the Israelites would go down to the Philistines to sharpen each man’s plowshare, his mattock, his ax, and his sickle;
21 καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή.
21 and the charge for a sharpening was a pim for the plowshares, the mattocks, the forks, and the axes, and to set the points of the goads.
22 καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχμὰς καὶ οὐχ εὑρέθη ρομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ Ἰωνάθαν, καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῷ Ἰωνάθαν υἱῷ αὐτοῦ.
22 So it came about, on the day of battle, that there was neither sword nor spear found in the hand of any of the people who were with Saul and Jonathan. But they were found with Saul and Jonathan his son.
23 καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχμάς.
23 And the garrison of the Philistines went out to the pass of Michmash.
NKJV translation