en
Old Testament
1 Then Nahash the Ammonite came up and encamped against Jabesh Gilead; and all the men of Jabesh said to Nahash, “Make a covenant with us, and we will serve you.”
1 ΚΑΙ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Νάας ὁ Ἀμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ἰαβὶς Γαλαάδ. καὶ εἶπαν πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην· διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι.
2 And Nahash the Ammonite answered them, “On this condition I will make a covenant with you, that I may put out all your right eyes, and bring reproach on all Israel.”
2 καὶ εἶπε πρὸς αὐτοὺς Νάας ὁ Ἀμμανίτης· ἐν ταύτῃ διαθήσομαι διαθήκην ὑμῖν, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ.
3 Then the elders of Jabesh said to him, “Hold off for seven days, that we may send messengers to all the territory of Israel. And then, if there is no one to save us, we will come out to you.”
3 καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ἰαβίς· ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.
4 So the messengers came to Gibeah of Saul and told the news in the hearing of the people. And all the people lifted up their voices and wept.
4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαοὺλ καὶ λαλοῦσι τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ ᾖραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
5 Now there was Saul, coming behind the herd from the field; and Saul said, “What troubles the people, that they weep?” And they told him the words of the men of Jabesh.
5 καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ πρωΐ ἐξ ἀγροῦ, καὶ εἶπε Σαούλ· τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ρήματα τῶν ἀνδρῶν Ἰαβίς.
6 Then the Spirit of God came upon Saul when he heard this news, and his anger was greatly aroused.
6 καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσε τὰ ρήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ᾿ αὐτοὺς ὀργῇ αὐτοῦ σφόδρα.
7 So he took a yoke of oxen and cut them in pieces, and sent them throughout all the territory of Israel by the hands of messengers, saying, “Whoever does not go out with Saul and Samuel to battle, so it shall be done to his oxen.” And the fear of the LORD fell on the people, and they came out with one consent.
7 καὶ ἔλαβε δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων· ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσι τοῖς βουσὶν αὐτοῦ. καὶ ἐπῆλθεν ἔκστασις Κυρίου ἐπὶ τὸν λαὸν Ἰσραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς.
8 When he numbered them in Bezek, the children of Israel were three hundred thousand, and the men of Judah thirty thousand.
8 καὶ ἐπισκέπτεται αὐτοὺς Ἀβιεζὲκ ἐν Βαμᾷ, πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας.
9 And they said to the messengers who came, “Thus you shall say to the men of Jabesh Gilead: ‘Tomorrow, by the time the sun is hot, you shall have help.’ ” Then the messengers came and reported it to the men of Jabesh, and they were glad.
9 καὶ εἶπε τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις· τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ἰαβίς· αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσι τοῖς ἀνδράσιν Ἰαβίς, καὶ εὐφράνθησαν.
10 Therefore the men of Jabesh said, “Tomorrow we will come out to you, and you may do with us whatever seems good to you.”
10 καὶ εἶπον οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην· αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν.
11 So it was, on the next day, that Saul put the people in three companies; and they came into the midst of the camp in the morning watch, and killed Ammonites until the heat of the day. And it happened that those who survived were scattered, so that no two of them were left together.
11 καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Ἀμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα, καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.
12 Then the people said to Samuel, “Who is he who said, ‘Shall Saul reign over us?’ Bring the men, that we may put them to death.”
12 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουήλ· τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς.
13 But Saul said, “Not a man shall be put to death this day, for today the LORD has accomplished salvation in Israel.”
13 καὶ εἶπε Σαούλ· οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον ἐποίησε Κύριος σωτηρίαν ἐν Ἰσραήλ.
14 Then Samuel said to the people, “Come, let us go to Gilgal and renew the kingdom there.”
14 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων· πορευθῶμεν εἰς Γάλγαλα, καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν.
15 So all the people went to Gilgal, and there they made Saul king before the LORD in Gilgal. There they made sacrifices of peace offerings before the LORD, and there Saul and all the men of Israel rejoiced greatly.
15 καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισε Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν.
NKJV translation