en
Old Testament
1 Then Samuel took a flask of oil and poured it on his head, and kissed him and said: “Is it not because the LORD has anointed you commander over His inheritance?
1 ΚΑΙ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· οὐχὶ κέκχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν.
2 When you have departed from me today, you will find two men by Rachel’s tomb in the territory of Benjamin at Zelzah; and they will say to you, ‘The donkeys which you went to look for have been found. And now your father has ceased caring about the donkeys and is worrying about you, saying, “What shall I do about my son?” ’
2 καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ᾿ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα, καὶ ἐροῦσί σοι· εὕρηνται αἱ ὄνοι, ἃς ἐπορεύθητε ζητεῖν, καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ρῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι᾿ ὑμᾶς λέγων· τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;
3 Then you shall go on forward from there and come to the terebinth tree of Tabor. There three men going up to God at Bethel will meet you, one carrying three young goats, another carrying three loaves of bread, and another carrying a skin of wine.
3 καὶ ἀπελεύσῃ ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβὼρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθήλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου.
4 And they will greet you and give you two loaves of bread, which you shall receive from their hands.
4 καὶ ἐρωτήσουσί σε τὰ εἰς εἰρήνην καὶ δώσουσί σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήψῃ ἐκ τῆς χειρὸς αὐτῶν.
5 After that you shall come to the hill of God where the Philistine garrison is. And it will happen, when you have come there to the city, that you will meet a group of prophets coming down from the high place with a stringed instrument, a tambourine, a flute, and a harp before them; and they will be prophesying.
5 καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων, ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος. καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·
6 Then the Spirit of the LORD will come upon you, and you will prophesy with them and be turned into another man.
6 καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετ᾿ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον.
7 And let it be, when these signs come to you, that you do as the occasion demands; for God is with you.
7 καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ.
8 You shall go down before me to Gilgal; and surely I will come down to you to offer burnt offerings and make sacrifices of peace offerings. Seven days you shall wait, till I come to you and show you what you should do.”
8 καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγάλ, καὶ ἰδοὺ καταβαίνω πρός σε ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρός σε, καὶ γνωρίσω σοι ἃ ποιήσεις.
9 So it was, when he had turned his back to go from Samuel, that God gave him another heart; and all those signs came to pass that day.
9 καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουήλ, μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἄλλην· καὶ ἦλθε πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
10 When they came there to the hill, there was a group of prophets to meet him; then the Spirit of God came upon him, and he prophesied among them.
10 καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν.
11 And it happened, when all who knew him formerly saw that he indeed prophesied among the prophets, that the people said to one another, “What is this that has come upon the son of Kish? Is Saul also among the prophets?”
11 καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν. καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἦ καὶ Σαοὺλ ἐν προφήταις;
12 Then a man from there answered and said, “But who is their father?” Therefore it became a proverb: “Is Saul also among the prophets?”
12 καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπε· καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν, ἦ καὶ Σαοὺλ ἐν προφήταις;
13 And when he had finished prophesying, he went to the high place.
13 καὶ συνετέλεσε προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν.
14 Then Saul’s uncle said to him and his servant, “Where did you go?” So he said, “To look for the donkeys. When we saw that they were nowhere to be found, we went to Samuel.”
14 καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ· ποῦ ἐπορεύθητε; καὶ εἶπαν· ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσί, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ.
15 And Saul’s uncle said, “Tell me, please, what Samuel said to you.”
15 καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαούλ· ἀπάγγειλον δή μοι, τί εἶπέ σοι Σαμουήλ;
16 So Saul said to his uncle, “He told us plainly that the donkeys had been found.” But about the matter of the kingdom, he did not tell him what Samuel had said.
16 καὶ εἶπε Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ· ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι. τὸ δὲ ρῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.
17 Then Samuel called the people together to the LORD at Mizpah,
17 Καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφὰθ
18 and said to the children of Israel, “Thus says the LORD God of Israel: ‘I brought up Israel out of Egypt, and delivered you from the hand of the Egyptians and from the hand of all kingdoms and from those who oppressed you.’
18 καὶ εἶπε πρὸς υἱοὺς Ἰσραήλ· τάδε εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ λέγων· ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς·
19 But you have today rejected your God, who Himself saved you from all your adversities and your tribulations; and you have said to Him, ‘No, set a king over us!’ Now therefore, present yourselves before the LORD by your tribes and by your clans.”
19 καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλέα καταστήσεις ἐφ᾿ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.
20 And when Samuel had caused all the tribes of Israel to come near, the tribe of Benjamin was chosen.
20 καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραήλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν·
21 When he had caused the tribe of Benjamin to come near by their families, the family of Matri was chosen. And Saul the son of Kish was chosen. But when they sought him, he could not be found.
21 καὶ προσάγει σκῆπτρον Βενιαμὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρί· καὶ προσάγουσι τὴν φυλὴν Ματταρὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κίς. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο.
22 Therefore they inquired of the LORD further, “Has the man come here yet?” And the LORD answered, “There he is, hidden among the equipment.”
22 καὶ ἐπηρώτησε Σαμουὴλ ἔτι ἐν Κυρίῳ· εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπε Κύριος· ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι.
23 So they ran and brought him from there; and when he stood among the people, he was taller than any of the people from his shoulders upward.
23 καὶ ἔδραμε καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω.
24 And Samuel said to all the people, “Do you see him whom the LORD has chosen, that there is no one like him among all the people?” So all the people shouted and said, “Long live the king!”
24 καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαόν· εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.
25 Then Samuel explained to the people the behavior of royalty, and wrote it in a book and laid it up before the LORD. And Samuel sent all the people away, every man to his house.
25 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον Κυρίου. καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
26 And Saul also went home to Gibeah; and valiant men went with him, whose hearts God had touched.
26 καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο Κύριος καρδίας αὐτῶν μετὰ Σαούλ.
27 But some rebels said, “How can this man save us?” So they despised him, and brought him no presents. But he held his peace.
27 καὶ υἱοὶ λοιμοὶ εἶπαν· τίς σώσει ὑμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.
NKJV translation