en
Old Testament
1 Then Abimelech the son of Jerubbaal went to Shechem, to his mother’s brothers, and spoke with them and with all the family of the house of his mother’s father, saying,
1 ΚΑΙ ἐπορεύθη Ἀβιμέλεχ υἱὸς Ἱεροβάαλ εἰς Συχὲμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ καὶ ἐλάλησε πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων·
2 “Please speak in the hearing of all the men of Shechem: ‘Which is better for you, that all seventy of the sons of Jerubbaal reign over you, or that one reign over you?’ Remember that I am your own flesh and bone.”
2 λαλήσατε δὴ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχέμ· τί τὸ ἀγαθὸν ὑμῖν, κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ἱεροβάαλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι.
3 And his mother’s brothers spoke all these words concerning him in the hearing of all the men of Shechem; and their heart was inclined to follow Abimelech, for they said, “He is our brother.”
3 καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχὲμ πάντας τοὺς λόγους τούτους, καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Ἀβιμέλεχ, ὅτι εἶπαν· ἀδελφὸς ἡμῶν ἐστι.
4 So they gave him seventy shekels of silver from the temple of Baal-Berith, with which Abimelech hired worthless and reckless men; and they followed him.
4 καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβερίθ, καὶ ἐμισθώσατο ἑαυτῷ Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλούς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ.
5 Then he went to his father’s house at Ophrah and killed his brothers, the seventy sons of Jerubbaal, on one stone. But Jotham the youngest son of Jerubbaal was left, because he hid himself.
5 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Ἐφραθὰ καὶ ἀπέκτεινε τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ἱεροβάαλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωάθαμ υἱὸς Ἱεροβάαλ ὁ νεώτερος, ὅτι ἐκρύβη.
6 And all the men of Shechem gathered together, all of Beth Millo, and they went and made Abimelech king beside the terebinth tree at the pillar that was in Shechem.
6 καὶ συνήχθησαν πάντες ἄνδρες Σικίμων καὶ πᾶς οἶκος Βηθμααλὼν καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Ἀβιμέλεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικίμοις.
7 Now when they told Jotham, he went and stood on top of Mount Gerizim, and lifted his voice and cried out. And he said to them: “Listen to me, you men of Shechem, That God may listen to you!
7 Καὶ ἀνηγγέλη τῷ Ἰωάθαμ, καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαριζὶν καὶ ἐπῇρε τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσε καὶ εἶπεν αὐτοῖς· ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσεται ὑμῶν ὁ Θεός.
8 “The trees once went forth to anoint a king over them. And they said to the olive tree, ‘Reign over us!’
8 πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφ᾿ ἑαυτὰ βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ· βασίλευσον ἐφ᾿ ἡμῶν.
9 But the olive tree said to them, ‘Should I cease giving my oil, With which they honor God and men, And go to sway over trees?’
9 καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· μὴ ἀπολείψασα τὴν ποιότητά μου, ἐν ᾗ δοξάσουσι τὸν Θεὸν ἄνδρες, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;
10 “Then the trees said to the fig tree, ‘You come and reign over us!’
10 καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· δεῦρο βασίλευσον ἐφ᾿ ἡμῶν.
11 But the fig tree said to them, ‘Should I cease my sweetness and my good fruit, And go to sway over trees?’
11 καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθά, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;
12 “Then the trees said to the vine, ‘You come and reign over us!’
12 καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον· δεῦρο βασίλευσον ἐφ᾿ ἡμῶν.
13 But the vine said to them, ‘Should I cease my new wine, Which cheers both God and men, And go to sway over trees?’
13 καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος· μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα Θεὸν καὶ ἀνθρώπους, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;
14 “Then all the trees said to the bramble, ‘You come and reign over us!’
14 καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ράμνῳ· δεῦρο σὺ βασίλευσον ἐφ᾿ ἡμῶν.
15 And the bramble said to the trees, ‘If in truth you anoint me as king over you, Then come and take shelter in my shade; But if not, let fire come out of the bramble And devour the cedars of Lebanon!’
15 καὶ εἶπεν ἡ ράμνος πρὸς τὰ ξύλα· εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ᾿ ὑμᾶς, δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἀπ᾿ ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.
16 “Now therefore, if you have acted in truth and sincerity in making Abimelech king, and if you have dealt well with Jerubbaal and his house, and have done to him as he deserves—
16 καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ἱεροβάαλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,
17 for my father fought for you, risked his life, and delivered you out of the hand of Midian;
17 ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἐξέρριψε τὴν ψυχὴν αὐτοῦ ἐξεναντίας καὶ ἐρρύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιάμ,
18 but you have risen up against my father’s house this day, and killed his seventy sons on one stone, and made Abimelech, the son of his female servant, king over the men of Shechem, because he is your brother—
18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστι,
19 if then you have acted in truth and sincerity with Jerubbaal and with his house this day, then rejoice in Abimelech, and let him also rejoice in you.
19 καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἱεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείη τε ἐν Ἀβιμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ᾿ ὑμῖν.
20 “But if not, let fire come from Abimelech and devour the men of Shechem and Beth Millo; and let fire come from the men of Shechem and from Beth Millo and devour Abimelech!”
20 εἰ δὲ οὔ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβιμέλεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἶκον Βηθμααλὼν καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλὼν καὶ καταφάγοι τὸν Ἀβιμέλεχ.
21 And Jotham ran away and fled; and he went to Beer and dwelt there, for fear of Abimelech his brother.
21 καὶ ἔφυγεν Ἰωάθαμ καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιὴρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Ἀβιμέλεχ ἀδελφοῦ αὐτοῦ.
22 After Abimelech had reigned over Israel three years,
22 Καὶ ἦρξεν Ἀβιμέλεχ ἐπὶ Ἰσραὴλ τρία ἔτη.
23 God sent a spirit of ill will between Abimelech and the men of Shechem; and the men of Shechem dealt treacherously with Abimelech,
23 καὶ ἐξαπέστειλεν ὁ Θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Ἀβιμέλεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ,
24 that the crime done to the seventy sons of Jerubbaal might be settled and their blood be laid on Abimelech their brother, who killed them, and on the men of Shechem, who aided him in the killing of his brothers.
24 τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ἱεροβάαλ καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ Ἀβιμέλεχ τὸν ἀδελφὸν αὐτῶν, ὃς ἀπέκτεινεν αὐτούς, καὶ ἐπὶ ἄνδρας Σικίμων, ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ.
25 And the men of Shechem set men in ambush against him on the tops of the mountains, and they robbed all who passed by them along that way; and it was told Abimelech.
25 καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικίμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ διήρπαζον πάντα, ὃς παρεπορεύετο ἐπ᾿ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἀβιμέλεχ.
26 Now Gaal the son of Ebed came with his brothers and went over to Shechem; and the men of Shechem put their confidence in him.
26 καὶ ἦλθε Γαὰλ υἱὸς Ἰωβὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν Σικίμοις, καὶ ἤλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικίμων.
27 So they went out into the fields, and gathered grapes from their vineyards and trod them, and made merry. And they went into the house of their god, and ate and drank, and cursed Abimelech.
27 καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν Ἐλλουλὶμ καὶ εἰσήνεγκαν εἰς οἶκον Θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν Ἀβιμέλεχ.
28 Then Gaal the son of Ebed said, “Who is Abimelech, and who is Shechem, that we should serve him? Is he not the son of Jerubbaal, and is not Zebul his officer? Serve the men of Hamor the father of Shechem; but why should we serve him?
28 καὶ εἶπε Γαὰλ υἱὸς Ἰωβήλ· τίς ἐστιν Ἀβιμέλεχ καὶ τίς ἐστιν υἱὸς Συχέμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ υἱὸς Ἱεροβάαλ, καὶ Ζεβοὺλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Ἐμμὼρ πατρὸς Συχέμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;
29 If only this people were under my authority! Then I would remove Abimelech.” So he said to Abimelech, “Increase your army and come out!”
29 καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν Ἀβιμέλεχ καὶ ἐρῶ πρὸς αὐτόν· πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε.
30 When Zebul, the ruler of the city, heard the words of Gaal the son of Ebed, his anger was aroused.
30 καὶ ἤκουσε Ζεβοὺλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γαὰλ υἱοῦ Ἰωβὴλ καὶ ὠργίσθη θυμῷ αὐτός.
31 And he sent messengers to Abimelech secretly, saying, “Take note! Gaal the son of Ebed and his brothers have come to Shechem; and here they are, fortifying the city against you.
31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβιμέλεχ ἐν κρυφῇ λέγων· ἰδοὺ Γαὰλ υἱὸς Ἰωβὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς Συχέμ, καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ·
32 Now therefore, get up by night, you and the people who are with you, and lie in wait in the field.
32 καὶ νῦν ἀνάστηθι νυκτός, σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ, καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ,
33 And it shall be, as soon as the sun is up in the morning, that you shall rise early and rush upon the city; and when he and the people who are with him come out against you, you may then do to them as you find opportunity.”
33 καὶ ἔσται τὸ πρωΐ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ ὅσα ἂν εὕρῃ ἡ χείρ σου.
34 So Abimelech and all the people who were with him rose by night, and lay in wait against Shechem in four companies.
34 καὶ ἀνέστη Ἀβιμέλεχ καὶ πᾶς ὁ λαὸς μετ᾿ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Συχὲμ τέτρασιν ἀρχαῖς.
35 When Gaal the son of Ebed went out and stood in the entrance to the city gate, Abimelech and the people who were with him rose from lying in wait.
35 καὶ ἐξῆλθε Γαὰλ υἱὸς Ἰωβὴλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Ἀβιμέλεχ καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου.
36 And when Gaal saw the people, he said to Zebul, “Look, people are coming down from the tops of the mountains!” But Zebul said to him, “You see the shadows of the mountains as if they were men.”
36 καὶ εἶδε Γαὰλ υἱὸς Ἰωβὴλ τὸν λαὸν καὶ εἶπε πρὸς Ζεβούλ· ἰδοὺ λαὸς καταβαίνει ἀπὸ τῶν κεφαλῶν τῶν ὀρέων. καὶ εἶπε πρὸς αὐτὸν Ζεβούλ· τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας.
37 So Gaal spoke again and said, “See, people are coming down from the center of the land, and another company is coming from the Diviners’ Terebinth Tree.”
37 καὶ προσέθετο ἔτι Γαὰλ τοῦ λαλῆσαι καὶ εἶπεν· ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ ἑτέρα ἔρχεται δι᾿ ὁδοῦ Ἡλωνμαωνενίμ.
38 Then Zebul said to him, “Where indeed is your mouth now, with which you said, ‘Who is Abimelech, that we should serve him?’ Are not these the people whom you despised? Go out, if you will, and fight with them now.”
38 καὶ εἶπε πρὸς αὐτὸν Ζεβούλ· καὶ ποῦ ἐστι τὸ στόμα σου ὡς ἐλάλησας, τίς ἐστιν Ἀβιμέλεχ, ὅτι δουλεύσομεν αὐτῷ; μὴ οὐχὶ οὗτος ὁ λαός, ὃν ἐξουδένωσας; ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ.
39 So Gaal went out, leading the men of Shechem, and fought with Abimelech.
39 καὶ ἐξῆλθε Γαὰλ ἐνώπιον ἀνδρῶν Συχὲμ καὶ παρετάξατο πρὸς Ἀβιμέλεχ.
40 And Abimelech chased him, and he fled from him; and many fell wounded, to the very entrance of the gate.
40 καὶ ἐδίωξεν αὐτὸν Ἀβιμέλεχ, καὶ ἐφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης.
41 Then Abimelech dwelt at Arumah, and Zebul drove out Gaal and his brothers, so that they would not dwell in Shechem.
41 καὶ εἰσῆλθεν Ἀβιμέλεχ ἐν Ἀρημά· καὶ ἐξέβαλε Ζεβοὺλ τὸν Γαὰλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχέμ.
42 And it came about on the next day that the people went out into the field, and they told Abimelech.
42 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρόν, καὶ ἀνήγγειλε τῷ Ἀβιμέλεχ.
43 So he took his people, divided them into three companies, and lay in wait in the field. And he looked, and there were the people, coming out of the city; and he rose against them and attacked them.
43 καὶ ἔλαβε τὸν λαόν, καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν ἀγρῷ· καὶ εἶδε καὶ ἰδοὺ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἀνέστη ἐπ᾿ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς.
44 Then Abimelech and the company that was with him rushed forward and stood at the entrance of the gate of the city; and the other two companies rushed upon all who were in the fields and killed them.
44 καὶ Ἀβιμέλεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ᾿ αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς.
45 So Abimelech fought against the city all that day; he took the city and killed the people who were in it; and he demolished the city and sowed it with salt.
45 καὶ Ἀβιμέλεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινε καὶ τὴν πόλιν καθεῖλε καὶ ἔσπειρεν αὐτὴν ἅλας.
46 Now when all the men of the tower of Shechem had heard that, they entered the stronghold of the temple of the god Berith.
46 καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχὲμ καὶ ἦλθον εἰς συνέλευσιν Βαιθηλβερίθ.
47 And it was told Abimelech that all the men of the tower of Shechem were gathered together.
47 καὶ ἀνηγγέλη τῷ Ἀβιμέλεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχέμ.
48 Then Abimelech went up to Mount Zalmon, he and all the people who were with him. And Abimelech took an ax in his hand and cut down a bough from the trees, and took it and laid it on his shoulder; then he said to the people who were with him, “What you have seen me do, make haste and do as I have done.”
48 καὶ ἀνέβη Ἀβιμέλεχ εἰς ὄρος Ἑρμὼν καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ, καὶ ἔλαβεν Ἀβιμέλεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψε κλάδον ξύλου καὶ ᾖρε καὶ ἔθηκεν ἐπὶ ὤμων αὐτοῦ καὶ εἶπε τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ· ὃ εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς ἐγώ.
49 So each of the people likewise cut down his own bough and followed Abimelech, put them against the stronghold, and set the stronghold on fire above them, so that all the people of the tower of Shechem died, about a thousand men and women.
49 καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Ἀβιμέλεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ᾿ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί, καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικίμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες.
50 Then Abimelech went to Thebez, and he encamped against Thebez and took it.
50 Καὶ ἐπορεύθη Ἀβιμέλεχ ἐκ Βαιθηλβερὶθ καὶ παρενέβαλεν ἐν Θήβης καὶ κατέλαβεν αὐτήν.
51 But there was a strong tower in the city, and all the men and women—all the people of the city—fled there and shut themselves in; then they went up to the top of the tower.
51 καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου.
52 So Abimelech came as far as the tower and fought against it; and he drew near the door of the tower to burn it with fire.
52 καὶ ἦλθεν Ἀβιμέλεχ ἕως τοῦ πύργου, καὶ παρετάξαντο αὐτῷ· καὶ ἤγγισεν Ἀβιμέλεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί.
53 But a certain woman dropped an upper millstone on Abimelech’s head and crushed his skull.
53 καὶ ἔρριψε γυνὴ μία κλάσμα ἐπιμύλιον ἐπὶ κεφαλὴν Ἀβιμέλεχ καὶ ἔκλασε τὸ κρανίον αὐτοῦ.
54 Then he called quickly to the young man, his armorbearer, and said to him, “Draw your sword and kill me, lest men say of me, ‘A woman killed him.’ ” So his young man thrust him through, and he died.
54 καὶ ἐβόησε ταχὺ πρὸς τὸ παιδάριον τὸ αἷρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ· σπάσον τὴν ρομφαίαν μου καὶ θανάτωσόν με, μή ποτε εἴπωσι· γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανε.
55 And when the men of Israel saw that Abimelech was dead, they departed, every man to his place.
55 καὶ εἶδεν ἀνὴρ Ἰσραὴλ ὅτι ἀπέθανεν Ἀβιμέλεχ, καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
56 Thus God repaid the wickedness of Abimelech, which he had done to his father by killing his seventy brothers.
56 καὶ ἐπέστρεψεν ὁ Θεὸς τὴν πονηρίαν Ἀβιμέλεχ, ἣν ἐποίησε τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ.
57 And all the evil of the men of Shechem God returned on their own heads, and on them came the curse of Jotham the son of Jerubbaal.
57 καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχὲμ ἐπέστρεψεν ὁ Θεὸς εἰς κεφαλὴν αὐτῶν, καὶ ἐπῆλθεν ἐπ᾿ αὐτοὺς ἡ κατάρα Ἰωάθαμ υἱοῦ Ἱεροβάαλ.
NKJV translation