en
Old Testament
1 Now the men of Ephraim said to him, “Why have you done this to us by not calling us when you went to fight with the Midianites?” And they reprimanded him sharply.
1 ΚΑΙ εἶπαν πρὸς Γεδεὼν ἀνὴρ Ἐφραίμ· τί τὸ ρῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιάμ; καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς.
2 So he said to them, “What have I done now in comparison with you? Is not the gleaning of the grapes of Ephraim better than the vintage of Abiezer?
2 καὶ εἶπε πρὸς αὐτούς· τί ἐποίησα νῦν καθὼς ὑμεῖς; ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς Ἐφραὶμ ἢ τρυγητὸς Ἀβιέζερ;
3 God has delivered into your hands the princes of Midian, Oreb and Zeeb. And what was I able to do in comparison with you?” Then their anger toward him subsided when he said that.
3 ἐν χειρὶ ὑμῶν παρέδωκε Κύριος τοὺς ἄρχοντας Μαδιάμ, τὸν Ὠρὴβ καὶ τὸν Ζήβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ᾿ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.
4 When Gideon came to the Jordan, he and the three hundred men who were with him crossed over, exhausted but still in pursuit.
4 καὶ ἦλθε Γεδεὼν ἐπὶ τὸν Ἰορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ᾿ αὐτοῦ πεινῶντες καὶ διώκοντες.
5 Then he said to the men of Succoth, “Please give loaves of bread to the people who follow me, for they are exhausted, and I am pursuing Zebah and Zalmunna, kings of Midian.”
5 καὶ εἶπε τοῖς ἀνδράσι Σοκχώθ· δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσι, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεὲ καὶ Σελμανὰ βασιλέων Μαδιάμ.
6 And the leaders of Succoth said, “Are the hands of Zebah and Zalmunna now in your hand, that we should give bread to your army?”
6 καὶ εἶπον οἱ ἄρχοντες Σοκχώθ· μὴ χεὶρ Ζεβεὲ καὶ Σελμανὰ νῦν ἐν χειρί σου; οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους;
7 So Gideon said, “For this cause, when the LORD has delivered Zebah and Zalmunna into my hand, then I will tear your flesh with the thorns of the wilderness and with briers!”
7 καὶ εἶπε Γεδεών· διὰ τοῦτο ἐν τῷ δοῦναι Κύριον τὸν Ζεβεὲ καὶ τὸν Σελμανὰ ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς Βαρκηνίμ.
8 Then he went up from there to Penuel and spoke to them in the same way. And the men of Penuel answered him as the men of Succoth had answered.
8 καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ καὶ ἐλάλησε πρὸς αὐτοὺς ὡσαύτως, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχώθ.
9 So he also spoke to the men of Penuel, saying, “When I come back in peace, I will tear down this tower!”
9 καὶ εἶπε Γεδεὼν πρὸς ἄνδρας Φανουήλ· ἐν ἐπιστροφῇ μου μετ᾿ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον.
10 Now Zebah and Zalmunna were at Karkor, and their armies with them, about fifteen thousand, all who were left of all the army of the people of the East; for one hundred and twenty thousand men who drew the sword had fallen.
10 καὶ Ζεβεὲ καὶ Σελμανὰ ἐν Καρκάρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ᾿ αὐτῶν ὡσεὶ δεκαπέντε χιλιάδες, πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων, καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ρομφαίαν.
11 Then Gideon went up by the road of those who dwell in tents on the east of Nobah and Jogbehah; and he attacked the army while the camp felt secure.
11 καὶ ἀνέβη Γεδεὼν ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Ναβαὶ καὶ Ἰεγεβάλ· καὶ ἐπάταξε τὴν παρεμβολήν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα.
12 When Zebah and Zalmunna fled, he pursued them; and he took the two kings of Midian, Zebah and Zalmunna, and routed the whole army.
12 καὶ ἔφυγον Ζεβεὲ καὶ Σελμανά, καὶ ἐδίωξαν ὀπίσω αὐτῶν καὶ ἐκράτησε τοὺς δύο βασιλεῖς Μαδιάμ, τὸν Ζεβεὲ καὶ τὸν Σελμανά, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησε.
13 Then Gideon the son of Joash returned from battle, from the Ascent of Heres.
13 καὶ ἐπέστρεψε Γεδεὼν υἱὸς Ἰωὰς ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Ἀρές.
14 And he caught a young man of the men of Succoth and interrogated him; and he wrote down for him the leaders of Succoth and its elders, seventy-seven men.
14 καὶ συνέλαβε παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχὼθ καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἔγραψε πρὸς αὐτὸν ὀνόματα τῶν ἀρχόντων Σοκχὼθ καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας.
15 Then he came to the men of Succoth and said, “Here are Zebah and Zalmunna, about whom you ridiculed me, saying, ‘Are the hands of Zebah and Zalmunna now in your hand, that we should give bread to your weary men?’ ”
15 καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοκχὼθ καὶ εἶπεν· ἰδοὺ Ζεβεὲ καὶ Σελμανά, ἐν οἷς ὠνειδίσατέ με λέγοντες· μὴ χεὶρ Ζεβεὲ καὶ Σελμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσι σου τοῖς ἐκλείπουσιν ἄρτους;
16 And he took the elders of the city, and thorns of the wilderness and briers, and with them he taught the men of Succoth.
16 καὶ ἔλαβε τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς Βαρκηνὶμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως.
17 Then he tore down the tower of Penuel and killed the men of the city.
17 καὶ τὸν πύργον Φανουὴλ κατέσκαψε καὶ ἀπέκτεινε τοὺς ἄνδρας τῆς πόλεως.
18 And he said to Zebah and Zalmunna, “What kind of men were they whom you killed at Tabor?” So they answered, “As you are, so were they; each one resembled the son of a king.”
18 καὶ εἶπε πρὸς Ζεβεὲ καὶ Σελμανά· ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβώρ; καὶ εἶπαν· ὡς σύ, ὡς αὐτοὶ εἰς ὁμοίωμα υἱοῦ βασιλέως.
19 Then he said, “They were my brothers, the sons of my mother. As the LORD lives, if you had let them live, I would not kill you.”
19 καὶ εἶπε Γεδεών· ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ Κύριος, εἰ ἐζωογονήκειτε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς.
20 And he said to Jether his firstborn, “Rise, kill them!” But the youth would not draw his sword; for he was afraid, because he was still a youth.
20 καὶ εἶπεν Ἰεθὲρ τῷ πρωτοτόκῳ αὐτοῦ· ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασε τὸ παιδάριον τὴν ρομφαίαν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἦν.
21 So Zebah and Zalmunna said, “Rise yourself, and kill us; for as a man is, so is his strength.” So Gideon arose and killed Zebah and Zalmunna, and took the crescent ornaments that were on their camels’ necks.
21 καὶ εἶπε Ζεβεὲ καὶ Σελμανά· ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου. καὶ ἀνέστη Γεδεὼν καὶ ἀπέκτεινε τὸν Ζεβεὲ καὶ τὸν Σελμανὰ καὶ ἔλαβε τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
22 Then the men of Israel said to Gideon, “Rule over us, both you and your son, and your grandson also; for you have delivered us from the hand of Midian.”
22 Καὶ εἶπον ἀνὴρ Ἰσραὴλ πρὸς Γεδεών· κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου καὶ ὁ υἱὸς τοῦ υἱοῦ σου, ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ.
23 But Gideon said to them, “I will not rule over you, nor shall my son rule over you; the LORD shall rule over you.”
23 καὶ εἶπε πρὸς αὐτοὺς Γεδεών· οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν· Κύριος ἄρξει ὑμῶν.
24 Then Gideon said to them, “I would like to make a request of you, that each of you would give me the earrings from his plunder.” For they had golden earrings, because they were Ishmaelites.
24 καὶ εἶπε πρὸς αὐτοὺς Γεδεών· αἰτήσομαι παρ᾿ ὑμῶν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι ἦσαν Ἰσμαηλῖται.
25 So they answered, “We will gladly give them.” And they spread out a garment, and each man threw into it the earrings from his plunder.
25 καὶ εἶπαν· διδόντες δώσομεν· καὶ ἀνέπτυξε τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ.
26 Now the weight of the gold earrings that he requested was one thousand seven hundred shekels of gold, besides the crescent ornaments, pendants, and purple robes which were on the kings of Midian, and besides the chains that were around their camels’ necks.
26 καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾔτησε, χίλιοι καὶ ἑπτακόσιοι χρυσοῖ, πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιὰμ καὶ ἐκτὸς τῶν περιθεμάτων, ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
27 Then Gideon made it into an ephod and set it up in his city, Ophrah. And all Israel played the harlot with it there. It became a snare to Gideon and to his house.
27 καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς Ἐφὼδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ Ἐφραθά· καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον.
28 Thus Midian was subdued before the children of Israel, so that they lifted their heads no more. And the country was quiet for forty years in the days of Gideon.
28 καὶ συνεστάλη Μαδιὰμ ἐνώπιον υἱῶν Ἰσραὴλ καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεών.
29 Then Jerubbaal the son of Joash went and dwelt in his own house.
29 καὶ ἐπορεύθη Ἱεροβάαλ υἱὸς Ἰωὰς καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ.
30 Gideon had seventy sons who were his own offspring, for he had many wives.
30 καὶ τῷ Γεδεὼν ἦσαν υἱοὶ ἑβδομήκοντα ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.
31 And his concubine who was in Shechem also bore him a son, whose name he called Abimelech.
31 καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχέμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔθηκε τὸ ὄνομα αὐτοῦ Ἀβιμέλεχ.
32 Now Gideon the son of Joash died at a good old age, and was buried in the tomb of Joash his father, in Ophrah of the Abiezrites.
32 καὶ ἀπέθανε Γεδεὼν υἱὸς Ἰωὰς ἐν πόλει αὐτοῦ καὶ ἐτάφη ἐν τῷ τάφῳ Ἰωὰς τοῦ πατρὸς αὐτοῦ ἐν Ἐφραθὰ Ἀβιεσδρί.
33 So it was, as soon as Gideon was dead, that the children of Israel again played the harlot with the Baals, and made Baal-Berith their god.
33 Καὶ ἐγενήθη ὡς ἀπέθανε Γεδεών, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλὶμ καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν.
34 Thus the children of Israel did not remember the LORD their God, who had delivered them from the hands of all their enemies on every side;
34 καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ἰσραὴλ Κυρίου τοῦ Θεοῦ τοῦ ρυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν.
35 nor did they show kindness to the house of Jerubbaal (Gideon) in accordance with the good he had done for Israel.
35 καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ἱεροβάαλ (αὐτός ἐστι Γεδεών) κατὰ πάντα τὰ ἀγαθά, ἃ ἐποίησε μετὰ Ἰσραήλ.
NKJV translation