en
Old Testament
1 Then Jerubbaal (that is, Gideon) and all the people who were with him rose early and encamped beside the well of Harod, so that the camp of the Midianites was on the north side of them by the hill of Moreh in the valley.
1 ΚΑΙ ὤρθρισεν Ἱεροβάαλ (αὐτός ἐστι Γεδεὼν) καὶ πᾶς ὁ λαὸς μετ᾿ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν Ἀράδ, καὶ παρεμβολὴ Μαδιὰμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβαὰθ Ἀμωρὰ ἐν κοιλάδι.
2 And the LORD said to Gideon, “The people who are with you are too many for Me to give the Midianites into their hands, lest Israel claim glory for itself against Me, saying, ‘My own hand has saved me.’
2 καὶ εἶπε Κύριος πρὸς Γεδεών· πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε μὴ παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μή ποτε καυχήσηται Ἰσραὴλ ἐπ᾿ ἐμὲ λέγων· ἡ χείρ μου ἔσωσέ με·
3 Now therefore, proclaim in the hearing of the people, saying, ‘Whoever is fearful and afraid, let him turn and depart at once from Mount Gilead.’ ” And twenty-two thousand of the people returned, and ten thousand remained.
3 καὶ νῦν λάλησον δὴ ἐν ὠσὶ τοῦ λαοῦ λέγων· τίς ὁ φοβούμενος καὶ δειλός; ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλαάδ. καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν.
4 But the LORD said to Gideon, “The people are still too many; bring them down to the water, and I will test them for you there. Then it will be, that of whom I say to you, ‘This one shall go with you,’ the same shall go with you; and of whomever I say to you, ‘This one shall not go with you,’ the same shall not go.”
4 καὶ εἶπε Κύριος πρὸς Γεδεών· ἔτι ὁ λαὸς πολύς ἐστι· κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ, καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ, οὗτος πορεύσεται σὺν σοί, αὐτὸς πορεύσεται σὺν σοί· καὶ πᾶς, ὃν ἐὰν εἴπω πρός σε· οὗτος οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ.
5 So he brought the people down to the water. And the LORD said to Gideon, “Everyone who laps from the water with his tongue, as a dog laps, you shall set apart by himself; likewise everyone who gets down on his knees to drink.”
5 καὶ κατήνεγκε τὸν λαὸν πρὸς τὸ ὕδωρ· καὶ εἶπε Κύριος πρὸς Γεδεών· πᾶς, ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς, ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν.
6 And the number of those who lapped, putting their hand to their mouth, was three hundred men; but all the rest of the people got down on their knees to drink water.
6 καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ.
7 Then the LORD said to Gideon, “By the three hundred men who lapped I will save you, and deliver the Midianites into your hand. Let all the other people go, every man to his place.”
7 καὶ εἶπε Κύριος πρὸς Γεδεών· ἐν τοῖς τριακοσίοις ἀνδράσι τοῖς λάψασι σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιὰμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τόν τόπον αὐτοῦ.
8 So the people took provisions and their trumpets in their hands. And he sent away all the rest of Israel, every man to his tent, and retained those three hundred men. Now the camp of Midian was below him in the valley.
8 καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν, καὶ τὸν πάντα ἄνδρα Ἰσραὴλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσε. καὶ ἡ παρεμβολὴ Μαδιὰμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι.
9 It happened on the same night that the LORD said to him, “Arise, go down against the camp, for I have delivered it into your hand.
9 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου·
10 But if you are afraid to go down, go down to the camp with Purah your servant,
10 καὶ εἰ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ καὶ Φαρὰ τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
11 and you shall hear what they say; and afterward your hands shall be strengthened to go down against the camp.” Then he went down with Purah his servant to the outpost of the armed men who were in the camp.
11 καὶ ἀκούσῃ, τί λαλήσουσι· καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου, καταβήσῃ ἐν τῇ παρεμβολῇ. καὶ κατέβη αὐτὸς καὶ Φαρὰ τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα, οἳ ἦσαν ἐν τῇ παρεμβολῇ.
12 Now the Midianites and Amalekites, all the people of the East, were lying in the valley as numerous as locusts; and their camels were without number, as the sand by the seashore in multitude.
12 καὶ Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλ᾿ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος.
13 And when Gideon had come, there was a man telling a dream to his companion. He said, “I have had a dream: To my surprise, a loaf of barley bread tumbled into the camp of Midian; it came to a tent and struck it so that it fell and overturned, and the tent collapsed.”
13 καὶ ἦλθε Γεδεών, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν· ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιὰμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν, καὶ ἔπεσε, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή.
14 Then his companion answered and said, “This is nothing else but the sword of Gideon the son of Joash, a man of Israel! Into his hand God has delivered Midian and the whole camp.”
14 καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν· οὐκ ἔστιν αὕτη εἰ μὴ ρομφαία Γεδεὼν υἱοῦ Ἰωὰς ἀνδρὸς Ἰσραήλ· παρέδωκεν ὁ Θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν.
15 And so it was, when Gideon heard the telling of the dream and its interpretation, that he worshiped. He returned to the camp of Israel, and said, “Arise, for the LORD has delivered the camp of Midian into your hand.”
15 καὶ ἐγένετο ὡς ἤκουσε Γεδεὼν τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ, καὶ προσεκύνησε Κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ καὶ εἶπεν· ἀνάστητε, ὅτι παρέδωκε Κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ.
16 Then he divided the three hundred men into three companies, and he put a trumpet into every man’s hand, with empty pitchers, and torches inside the pitchers.
16 καὶ διεῖλε τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκε κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις
17 And he said to them, “Look at me and do likewise; watch, and when I come to the edge of the camp you shall do as I do:
17 καὶ εἶπε πρὸς αὐτούς· ἀπ᾿ ἐμοῦ ὄψεσθε καὶ οὕτω ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς, καὶ ἔσται καθὼς ἂν ποιήσω, οὕτω ποιήσετε·
18 When I blow the trumpet, I and all who are with me, then you also blow the trumpets on every side of the whole camp, and say, ‘The sword of the LORD and of Gideon!’ ”
18 καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ, καὶ πάντες μετ᾿ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε· τῷ Κυρίῳ καὶ τῷ Γεδεών.
19 So Gideon and the hundred men who were with him came to the outpost of the camp at the beginning of the middle watch, just as they had posted the watch; and they blew the trumpets and broke the pitchers that were in their hands.
19 καὶ εἰσῆλθε Γεδεὼν καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ᾿ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν.
20 Then the three companies blew the trumpets and broke the pitchers—they held the torches in their left hands and the trumpets in their right hands for blowing—and they cried, “The sword of the LORD and of Gideon!”
20 καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶ δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν· ρομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών.
21 And every man stood in his place all around the camp; and the whole army ran and cried out and fled.
21 καὶ ἔστησεν ἀνὴρ ἐφ᾿ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς, καὶ ἔδραμε πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον.
22 When the three hundred blew the trumpets, the LORD set every man’s sword against his companion throughout the whole camp; and the army fled to Beth Acacia, toward Zererah, as far as the border of Abel Meholah, by Tabbath.
22 καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις, καὶ ἔθηκε Κύριος τὴν ρομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ,
23 And the men of Israel gathered together from Naphtali, Asher, and all Manasseh, and pursued the Midianites.
23 καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτὰ Γαραγαθὰ ἕως χείλους Ἀβωμεουλὰ ἐπὶ Ταβάθ. καὶ ἐβόησαν ἀνὴρ Ἰσραὴλ ἀπὸ Νεφθαλὶ καὶ ἀπὸ Ἀσὴρ καὶ ἀπὸ παντὸς Μανασσῆ καὶ ἐδίωξαν ὀπίσω Μαδιάμ.
24 Then Gideon sent messengers throughout all the mountains of Ephraim, saying, “Come down against the Midianites, and seize from them the watering places as far as Beth Barah and the Jordan.” Then all the men of Ephraim gathered together and seized the watering places as far as Beth Barah and the Jordan.
24 καὶ ἀγγέλους ἐπέστειλε Γεδεὼν ἐν παντὶ ὄρει Ἐφραὶμ λέγων· κατάβητε εἰς συνάντησιν Μαδιὰμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν Ἰορδάνην· καὶ ἐβόησε πᾶς ἀνὴρ Ἐφραὶμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν Ἰορδάνην.
25 And they captured two princes of the Midianites, Oreb and Zeeb. They killed Oreb at the rock of Oreb, and Zeeb they killed at the winepress of Zeeb. They pursued Midian and brought the heads of Oreb and Zeeb to Gideon on the other side of the Jordan.
25 καὶ συνελάβοντο τοὺς ἄρχοντας Μαδιὰμ καὶ τὸν Ὠρὴβ καὶ τὸν Ζὴβ καὶ ἀπέκτειναν τὸν Ὠρὴβ ἐν Σοὺρ καὶ τὸν Ζὴβ ἀπέκτειναν ἐν Ἱακεφζήφ καὶ κατεδίωξαν Μαδιὰμ· καὶ τὴν κεφαλὴν Ὠρὴβ καὶ Ζὴβ ἤνεγκαν πρὸς Γεδεὼν ἀπὸ πέραν τοῦ Ἰορδάνου.
NKJV translation