en
Old Testament
1 When Ehud was dead, the children of Israel again did evil in the sight of the LORD.
1 ΚΑΙ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ Ἀὼδ ἀπέθανε.
2 So the LORD sold them into the hand of Jabin king of Canaan, who reigned in Hazor. The commander of his army was Sisera, who dwelt in Harosheth Hagoyim.
2 καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναάν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν.
3 And the children of Israel cried out to the LORD; for Jabin had nine hundred chariots of iron, and for twenty years he had harshly oppressed the children of Israel.
3 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψε τὸν Ἰσραὴλ κατὰ κράτος εἴκοσιν ἔτη.
4 Now Deborah, a prophetess, the wife of Lapidoth, was judging Israel at that time.
4 καὶ Δεββώρα γυνὴ προφῆτις γυνὴ Λαφιδώθ, αὕτη ἔκρινε τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ.
5 And she would sit under the palm tree of Deborah between Ramah and Bethel in the mountains of Ephraim. And the children of Israel came up to her for judgment.
5 καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββώρα ἀνὰ μέσον τῆς Ραμὰ καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει Ἐφραίμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ εἰς κρίσιν.
6 Then she sent and called for Barak the son of Abinoam from Kedesh in Naphtali, and said to him, “Has not the LORD God of Israel commanded, ‘Go and deploy troops at Mount Tabor; take with you ten thousand men of the sons of Naphtali and of the sons of Zebulun;
6 καὶ ἀπέστειλε Δεββώρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κάδης Νεφθαλὶ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ σοι καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών;
7 and against you I will deploy Sisera, the commander of Jabin’s army, with his chariots and his multitude at the River Kishon; and I will deliver him into your hand’?”
7 καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισῶν τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως Ἰαβὶν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτόν εἰς χεῖράς σου.
8 And Barak said to her, “If you will go with me, then I will go; but if you will not go with me, I will not go!”
8 καὶ εἶπε πρὸς αὐτὴν Βαράκ· ἐὰν πορευθῇς μετ᾿ ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν ᾗ εὐοδοῖ Κύριος τὸν ἄγγελον μετ᾿ ἐμοῦ.
9 So she said, “I will surely go with you; nevertheless there will be no glory for you in the journey you are taking, for the LORD will sell Sisera into the hand of a woman.” Then Deborah arose and went with Barak to Kedesh.
9 καὶ εἶπε· πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται Κύριος τὸν Σισάρα. καὶ ἀνέστη Δεββώρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρὰκ ἐκ Κάδης.
10 And Barak called Zebulun and Naphtali to Kedesh; he went up with ten thousand men under his command, and Deborah went up with him.
10 καὶ ἐβόησε Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καί ἀνέβη Δεββώρα μετ᾿ αὐτοῦ.
11 Now Heber the Kenite, of the children of Hobab the father-in-law of Moses, had separated himself from the Kenites and pitched his tent near the terebinth tree at Zaanaim, which is beside Kedesh.
11 καὶ Χαβὲρ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινᾶ ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κεδές.
12 And they reported to Sisera that Barak the son of Abinoam had gone up to Mount Tabor.
12 καὶ ἀνηγγέλη Σισάρᾳ, ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβινεὲμ εἰς ὄρος Θαβώρ.
13 So Sisera gathered together all his chariots, nine hundred chariots of iron, and all the people who were with him, from Harosheth Hagoyim to the River Kishon.
13 καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισῶν.
14 Then Deborah said to Barak, “Up! For this is the day in which the LORD has delivered Sisera into your hand. Has not the LORD gone out before you?” So Barak went down from Mount Tabor with ten thousand men following him.
14 καὶ εἶπε Δεββώρα πρὸς Βαράκ· ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα, ἐν ᾗ παρέδωκε Κύριος τὸν Σισάρα ἐν τῇ χειρί σου, ὅτι Κύριος ἐξελεύσεται ἔμπροσθέν σου. καὶ κατέβη Βαρὰκ κατὰ τὸ ὄρος Θαβὼρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.
15 And the LORD routed Sisera and all his chariots and all his army with the edge of the sword before Barak; and Sisera alighted from his chariot and fled away on foot.
15 καὶ ἐξέστησε Κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ρομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγε τοῖς ποσὶν αὐτοῦ.
16 But Barak pursued the chariots and the army as far as Harosheth Hagoyim, and all the army of Sisera fell by the edge of the sword; not a man was left.
16 καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Ἀρισὼθ τῶν ἐθνῶν· καὶ ἔπεσε πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ρομφαίας, οὐ κατελείφθη ἕως ἑνός.
17 However, Sisera had fled away on foot to the tent of Jael, the wife of Heber the Kenite; for there was peace between Jabin king of Hazor and the house of Heber the Kenite.
17 καὶ Σισάρα ἔφυγε τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὲρ ἑταίρου τοῦ Κιναίου, ὅτι εἰρήνη ἦν ἀναμέσον Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ ἀναμέσον τοῦ οἴκου Χαβὲρ τοῦ Κιναίου.
18 And Jael went out to meet Sisera, and said to him, “Turn aside, my lord, turn aside to me; do not fear.” And when he had turned aside with her into the tent, she covered him with a blanket.
18 καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σισάρα καὶ εἶπεν αὐτῷ· ἔκκλινον, κύριέ μου, ἔκλινον πρός με, μὴ φοβοῦ· καὶ ἐξέκλινε πρὸς αὐτὴν εἰς τὴν σκηνήν. καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ.
19 Then he said to her, “Please give me a little water to drink, for I am thirsty.” So she opened a jug of milk, gave him a drink, and covered him.
19 καὶ εἶπε Σισάρα πρὸς αὐτήν· πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν.
20 And he said to her, “Stand at the door of the tent, and if any man comes and inquires of you, and says, ‘Is there any man here?’ you shall say, ‘No.’ ”
20 καὶ εἶπε πρὸς αὐτὴν Σισάρα· στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρός σε καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ· εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς· οὐκ ἔστι.
21 Then Jael, Heber’s wife, took a tent peg and took a hammer in her hand, and went softly to him and drove the peg into his temple, and it went down into the ground; for he was fast asleep and weary. So he died.
21 καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκε τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανε.
22 And then, as Barak pursued Sisera, Jael came out to meet him, and said to him, “Come, I will show you the man whom you seek.” And when he went into her tent, there lay Sisera, dead with the peg in his temple.
22 καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ· δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα ἐρριμμένος νεκρὸς καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ.
23 So on that day God subdued Jabin king of Canaan in the presence of the children of Israel.
23 καὶ ἐτρόπωσεν ὁ Θεὸς τὸν Ἰαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ.
24 And the hand of the children of Israel grew stronger and stronger against Jabin king of Canaan, until they had destroyed Jabin king of Canaan.
24 καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβὶν βασιλέα Χαναάν, ἕως οὗ ἐξωλόθρευσαν τὸν Ἰαβὶν βασιλέα Χαναάν.
NKJV translation