en
Old Testament
1 Now Samson went to Gaza and saw a harlot there, and went in to her.
1 ΚΑΙ ἐπορεύθη Σαμψὼν εἰς Γάζαν· καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθε πρὸς αὐτήν.
2 When the Gazites were told, “Samson has come here!” they surrounded the place and lay in wait for him all night at the gate of the city. They were quiet all night, saying, “In the morning, when it is daylight, we will kill him.”
2 καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες· ἥκει Σαμψὼν ὧδε. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ᾿ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες· ἕως διαφαύσῃ ὁ ὄρθρος, καὶ φονεύσωμεν αὐτόν.
3 And Samson lay low till midnight; then he arose at midnight, took hold of the doors of the gate of the city and the two gateposts, pulled them up, bar and all, put them on his shoulders, and carried them to the top of the hill that faces Hebron.
3 καὶ ἐκοιμήθη Σαμψὼν ἕως μεσονυκτίου· καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀνεβάσταζεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπὶ ὤμων αὐτοῦ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου τοῦ Χεβρὼν καὶ ἔθηκεν αὐτὰ ἐκεῖ.
4 Afterward it happened that he loved a woman in the Valley of Sorek, whose name was Delilah.
4 Καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησε γυναῖκα ἐν Ἀλσωρήχ, καὶ ὄνομα αὐτῇ Δαλιδά.
5 And the lords of the Philistines came up to her and said to her, “Entice him, and find out where his great strength lies, and by what means we may overpower him, that we may bind him to afflict him; and every one of us will give you eleven hundred pieces of silver.”
5 καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ· ἀπάτησον αὐτόν, καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν, καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου.
6 So Delilah said to Samson, “Please tell me where your great strength lies, and with what you may be bound to afflict you.”
6 καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε.
7 And Samson said to her, “If they bind me with seven fresh bowstrings, not yet dried, then I shall become weak, and be like any other man.”
7 καὶ εἶπε πρὸς αὐτὴν Σαμψών· ἐὰν δήσωσί με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ διεφθαρμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.
8 So the lords of the Philistines brought up to her seven fresh bowstrings, not yet dried, and she bound him with them.
8 καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς·
9 Now men were lying in wait, staying with her in the room. And she said to him, “The Philistines are upon you, Samson!” But he broke the bowstrings as a strand of yarn breaks when it touches fire. So the secret of his strength was not known.
9 καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ εἶπεν αὐτῷ· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπασε τὰς νευράς, ὡς εἴ τις ἀποσπάσοι στρέμμα στυπίου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρός· καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ.
10 Then Delilah said to Samson, “Look, you have mocked me and told me lies. Now, please tell me what you may be bound with.”
10 καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ· νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ.
11 So he said to her, “If they bind me securely with new ropes that have never been used, then I shall become weak, and be like any other man.”
11 καὶ εἶπε πρὸς αὐτήν· ἐὰν δεσμεύοντες δήσωσί με ἐν καλωδίοις καινοῖς, οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.
12 Therefore Delilah took new ropes and bound him with them, and said to him, “The Philistines are upon you, Samson!” And men were lying in wait, staying in the room. But he broke them off his arms like a thread.
12 καὶ ἔλαβε Δαλιδὰ καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς· καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμιείου· καὶ εἶπεν· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡσεὶ σπαρτίον.
13 Delilah said to Samson, “Until now you have mocked me and told me lies. Tell me what you may be bound with.” And he said to her, “If you weave the seven locks of my head into the web of the loom”—
13 καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ· ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπε πρὸς αὐτήν· ἐὰν ὑφάνης τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής.
14 So she wove it tightly with the batten of the loom, and said to him, “The Philistines are upon you, Samson!” But he awoke from his sleep, and pulled out the batten and the web from the loom.
14 καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβε Δαλιδὰ τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ διάσματι καὶ ἔπηξε τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ εἶπεν· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ ἐξυπνίσθη ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξῇρε τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου.
15 Then she said to him, “How can you say, ‘I love you,’ when your heart is not with me? You have mocked me these three times, and have not told me where your great strength lies.”
15 καὶ εἶπε πρὸς Σαμψὼν Δαλιδά· πῶς λέγεις, ἠγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστι μετ᾿ ἐμοῦ; τοῦτο τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη.
16 And it came to pass, when she pestered him daily with her words and pressed him, so that his soul was vexed to death,
16 καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν·
17 that he told her all his heart, and said to her, “No razor has ever come upon my head, for I have been a Nazirite to God from my mother’s womb. If I am shaven, then my strength will leave me, and I shall become weak, and be like any other man.”
17 καὶ ἀνήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ· σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι ἅγιος Θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου· ἐὰν οὖν ξυρήσωμαι, ἀποστήσεται ἀπ᾿ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι.
18 When Delilah saw that he had told her all his heart, she sent and called for the lords of the Philistines, saying, “Come up once more, for he has told me all his heart.” So the lords of the Philistines came up to her and brought the money in their hand.
18 καὶ εἶδε Δαλιδά, ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ ἀπέστειλε καὶ ἐκάλεσε τοὺς ἄρχοντας τῶν ἀλλοφύλων, λέγουσα· ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέ μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν.
19 Then she lulled him to sleep on her knees, and called for a man and had him shave off the seven locks of his head. Then she began to torment him, and his strength left him.
19 καὶ ἐκοίμισε Δαλιδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς· καὶ ἐκάλεσεν ἄνδρα, καὶ ἐξύρησε τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινῶσαι αὐτόν, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ᾿ αὐτοῦ.
20 And she said, “The Philistines are upon you, Samson!” So he awoke from his sleep, and said, “I will go out as before, at other times, and shake myself free!” But he did not know that the LORD had departed from him.
20 καὶ εἶπε Δαλιδά· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ὁ Κύριος ἀπέστη ἀπάνωθεν αὐτοῦ.
21 Then the Philistines took him and put out his eyes, and brought him down to Gaza. They bound him with bronze fetters, and he became a grinder in the prison.
21 καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ· καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου.
22 However, the hair of his head began to grow again after it had been shaven.
22 Καὶ ἤρξατο θρὶξ τῆς κεφαλῆς αὐτοῦ βλαστάνειν, καθὼς ἐξυρήσατο.
23 Now the lords of the Philistines gathered together to offer a great sacrifice to Dagon their god, and to rejoice. And they said: “Our god has delivered into our hands Samson our enemy!”
23 καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θυσιάσαι θυσίασμα μέγα τῷ Δαγὼν θεῷ αὐτῶν καὶ εὐφρανθῆναι καὶ εἶπαν· ἔδωκεν ὁ Θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψὼν τὸν ἐχθρὸν ἡμῶν.
24 When the people saw him, they praised their god; for they said: “Our god has delivered into our hands our enemy, The destroyer of our land, And the one who multiplied our dead.”
24 καὶ εἶδον αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν, ὅτι παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν, τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν, καὶ ὃς ἐπλήθυνε τοὺς τραυματίας ἡμῶν.
25 So it happened, when their hearts were merry, that they said, “Call for Samson, that he may perform for us.” So they called for Samson from the prison, and he performed for them. And they stationed him between the pillars.
25 καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν· καλέσατε τὸν Σαμψὼν ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψὼν ἐξ οἴκου δεσμωτηρίου, και ἔπαιζεν ἐνώπιον αὐτῶν, καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων.
26 Then Samson said to the lad who held him by the hand, “Let me feel the pillars which support the temple, so that I can lean on them.”
26 καὶ εἶπε Σαμψὼν πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ· ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας, ἐφ᾿ οἷς ὁ οἶκος ἐπ᾿ αὐτούς, καὶ ἐπιστηριχθήσομαι ἐπ᾿ αὐτούς.
27 Now the temple was full of men and women. All the lords of the Philistines were there—about three thousand men and women on the roof watching while Samson performed.
27 καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παγνίαις Σαμψών.
28 Then Samson called to the LORD, saying, “O Lord GOD, remember me, I pray! Strengthen me, I pray, just this once, O God, that I may with one blow take vengeance on the Philistines for my two eyes!”
28 καὶ ἔκλαυσε Σαμψὼν πρὸς Κύριον, καὶ εἶπεν· Ἀδωναϊὲ Κύριε, μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο, Θεέ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις.
29 And Samson took hold of the two middle pillars which supported the temple, and he braced himself against them, one on his right and the other on his left.
29 καὶ περιέλαβε Σαμψὼν τοὺς δύο κίονας τοῦ οἴκου, ἐφ᾿ οὓς ὁ οἶκος εἱστήκει, καὶ ἐπεστηρίχθη ἐπ᾿ αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ.
30 Then Samson said, “Let me die with the Philistines!” And he pushed with all his might, and the temple fell on the lords and all the people who were in it. So the dead that he killed at his death were more than he had killed in his life.
30 καὶ εἶπε Σαμψών· ἀποθανέτω ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύϊ, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἦσαν οἱ τεθνηκότες, οὓς ἐθανάτωσε Σαμψὼν ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.
31 And his brothers and all his father’s household came down and took him, and brought him up and buried him between Zorah and Eshtaol in the tomb of his father Manoah. He had judged Israel twenty years.
31 καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραὰ καὶ ἀνὰ μέσον Ἐσθαὸλ ἐν τῷ τάφῳ Μανωὲ τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη.
NKJV translation