en
Old Testament
1 Again the children of Israel did evil in the sight of the LORD, and the LORD delivered them into the hand of the Philistines for forty years.
1 ΚΑΙ προσέθηκαν ἔτι οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Φυλιστιΐμ τεσσαράκοντα ἔτη.
2 Now there was a certain man from Zorah, of the family of the Danites, whose name was Manoah; and his wife was barren and had no children.
2 καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαραὰ ἀπὸ δήμου συγγενείας τοῦ Δανί, καὶ ὄνομα αὐτῷ Μανωέ, καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτεκε.
3 And the Angel of the LORD appeared to the woman and said to her, “Indeed now, you are barren and have borne no children, but you shall conceive and bear a son.
3 καὶ ὤφθη ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα, καὶ εἶπε πρὸς αὐτήν· ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν.
4 Now therefore, please be careful not to drink wine or similar drink, and not to eat anything unclean.
4 καὶ νῦν φύλαξαι δὴ καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον·
5 For behold, you shall conceive and bear a son. And no razor shall come upon his head, for the child shall be a Nazirite to God from the womb; and he shall begin to deliver Israel out of the hand of the Philistines.”
5 ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν, καὶ σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀναβήσεται, ὅτι ναζὶρ Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας, καὶ αὐτὸς ἄρξεται σῶσαι τὸν Ἰσραὴλ ἐκ χειρὸς Φυλιστιΐμ.
6 So the woman came and told her husband, saying, “A Man of God came to me, and His countenance was like the countenance of the Angel of God, very awesome; but I did not ask Him where He was from, and He did not tell me His name.
6 καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς λέγουσα· ἄνθρωπος Θεοῦ ἦλθε πρός με, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου Θεοῦ, φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτόν, πόθεν ἐστί, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέ μοι.
7 And He said to me, ‘Behold, you shall conceive and bear a son. Now drink no wine or similar drink, nor eat anything unclean, for the child shall be a Nazirite to God from the womb to the day of his death.’ ”
7 καὶ εἶπέ μοι· ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Θεοῦ ἅγιον ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ.
8 Then Manoah prayed to the LORD, and said, “O my Lord, please let the Man of God whom You sent come to us again and teach us what we shall do for the child who will be born.”
8 καὶ προσηύξατο Μανωὲ πρὸς Κύριον καὶ εἶπεν· ἐν ἐμοί, Κύριε Ἀδωναϊέ, τὸν ἄνθρωπον τοῦ Θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ.
9 And God listened to the voice of Manoah, and the Angel of God came to the woman again as she was sitting in the field; but Manoah her husband was not with her.
9 καὶ εἰσήκουσεν ὁ Θεὸς τῆς φωνῆς Μανωέ, καὶ ἦλθεν ὁ ἄγγελος τοῦ Θεοῦ ἔτι πρὸς τὴν γυναῖκα, καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανωὲ ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ᾿ αὐτῆς.
10 Then the woman ran in haste and told her husband, and said to him, “Look, the Man who came to me the other day has just now appeared to me!”
10 καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμε καὶ ἀνήγγειλε τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ ὦπται πρός με ὁ ἀνήρ, ὃς ἦλθεν ἐν ἡμέρᾳ πρός με.
11 So Manoah arose and followed his wife. When he came to the Man, he said to Him, “Are You the Man who spoke to this woman?” And He said, “I am.”
11 καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωὲ ὀπίσω τῆς γυναικὸς αὐτοῦ καὶ ἦλθε πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ· εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ὁ ἄγγελος· ἐγώ.
12 Manoah said, “Now let Your words come to pass! What will be the boy’s rule of life, and his work?”
12 καὶ εἶπε Μανωέ· νῦν ἐλεύσεται ὁ λόγος σου· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ;
13 So the Angel of the LORD said to Manoah, “Of all that I said to the woman let her be careful.
13 καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωέ· ἀπὸ πάντων, ὧν εἴρηκα πρὸς τὴν γυναῖκα, φυλάξεται·
14 She may not eat anything that comes from the vine, nor may she drink wine or similar drink, nor eat anything unclean. All that I commanded her let her observe.”
14 ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου, οὐ φάγεται καὶ οἶνον καὶ μέθυσμα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα ὅσα ἐνετειλάμην αὐτῇ, φυλάξεται.
15 Then Manoah said to the Angel of the LORD, “Please let us detain You, and we will prepare a young goat for You.”
15 καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου· κατάσχωμεν ὧδέ σε καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν.
16 And the Angel of the LORD said to Manoah, “Though you detain Me, I will not eat your food. But if you offer a burnt offering, you must offer it to the LORD.” (For Manoah did not know He was the Angel of the LORD.)
16 καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωέ· ἐὰν κατάσχῃς με, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου, καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ Κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωὲ ὅτι ἄγγελος Κυρίου αὐτός.
17 Then Manoah said to the Angel of the LORD, “What is Your name, that when Your words come to pass we may honor You?”
17 καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου· τί τὸ ὄνομά σοι; ὅτι ἔλθοι τὸ ρῆμά σου, καὶ δοξάσομέν σε.
18 And the Angel of the LORD said to him, “Why do you ask My name, seeing it is wonderful?”
18 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Κυρίου· εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστι θαυμαστόν.
19 So Manoah took the young goat with the grain offering, and offered it upon the rock to the LORD. And He did a wondrous thing while Manoah and his wife looked on—
19 καὶ ἔλαβε Μανωὲ τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τήν πέτραν τῷ Κυρίῳ· καὶ διεχώρισε ποιῆσαι, καὶ Μανωὲ καὶ γυνὴ αὐτοῦ βλέποντες.
20 it happened as the flame went up toward heaven from the altar—the Angel of the LORD ascended in the flame of the altar! When Manoah and his wife saw this, they fell on their faces to the ground.
20 καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ καὶ ἀνέβη ὁ ἄγγελος Κυρίου ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου, καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν.
21 When the Angel of the LORD appeared no more to Manoah and his wife, then Manoah knew that He was the Angel of the LORD.
21 καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωὲ καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωὲ ὅτι ἄγγελος Κυρίου οὗτος.
22 And Manoah said to his wife, “We shall surely die, because we have seen God!”
22 καὶ εἶπε Μανωὲ πρὸς τὴν γυναῖκα αὐτοῦ· θανάτῳ ἀποθανούμεθα, ὅτι Θεὸν εἴδομεν.
23 But his wife said to him, “If the LORD had desired to kill us, He would not have accepted a burnt offering and a grain offering from our hands, nor would He have shown us all these things, nor would He have told us such things as these at this time.”
23 καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· εἰ ἤθελεν ὁ Κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα καὶ καθὼς καιρὸς οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα.
24 So the woman bore a son and called his name Samson; and the child grew, and the LORD blessed him.
24 καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμψών· καὶ ἡδρύνθη τὸ παιδάριον, καὶ εὐλόγησεν αὐτὸ Κύριος.
25 And the Spirit of the LORD began to move upon him at Mahaneh Dan between Zorah and Eshtaol.
25 καὶ ἤρξατο πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δὰν καὶ ἀνὰ μέσον Σαραὰ καὶ ἀνὰ μέσον Ἐσθαόλ.
NKJV translation