en
Old Testament
1 After Abimelech there arose to save Israel Tola the son of Puah, the son of Dodo, a man of Issachar; and he dwelt in Shamir in the mountains of Ephraim.
1 ΚΑΙ ἀνέστη μετὰ Ἀβιμέλεχ τοῦ σῶσαι τὸν Ἰσραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ Ἰσσάχαρ, καὶ αὐτὸς ᾤκει ἐν Σαμὶρ ἐν ὄρει Ἐφραίμ.
2 He judged Israel twenty-three years; and he died and was buried in Shamir.
2 καὶ ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανε καὶ ἐτάθη ἐν Σαμίρ.
3 After him arose Jair, a Gileadite; and he judged Israel twenty-two years.
3 Καὶ ἀνέστη μετ᾿ αὐτὸν Ἰαΐρ ὁ Γαλαάδ, καὶ ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι δύο ἔτη.
4 Now he had thirty sons who rode on thirty donkeys; they also had thirty towns, which are called “Havoth Jair” to this day, which are in the land of Gilead.
4 καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους· καὶ τριάκοντα δύο πόλεις αὐτοῖς, καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις Ἰαΐρ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλαάδ.
5 And Jair died and was buried in Camon.
5 καὶ ἀπέθανεν Ἰαΐρ καὶ ἐτάφη ἐν Ραμνών.
6 Then the children of Israel again did evil in the sight of the LORD, and served the Baals and the Ashtoreths, the gods of Syria, the gods of Sidon, the gods of Moab, the gods of the people of Ammon, and the gods of the Philistines; and they forsook the LORD and did not serve Him.
6 Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλὶμ καὶ τοῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Ἀρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν Ἀμμὼν καὶ τοῖς θεοῖς Φυλιστιΐμ καὶ ἐγκατέλιπον τὸν Κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ.
7 So the anger of the LORD was hot against Israel; and He sold them into the hands of the Philistines and into the hands of the people of Ammon.
7 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν Ἰσραὴλ καὶ ἐπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιΐμ καὶ ἐν χειρὶ υἱῶν Ἀμμών.
8 From that year they harassed and oppressed the children of Israel for eighteen years—all the children of Israel who were on the other side of the Jordan in the land of the Amorites, in Gilead.
8 καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ τοῦ Ἀμορρὶ τοῦ ἐν Γαλαάδ.
9 Moreover the people of Ammon crossed over the Jordan to fight against Judah also, against Benjamin, and against the house of Ephraim, so that Israel was severely distressed.
9 καὶ διέβησαν οἱ υἱοὶ Ἀμμὼν τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ἰούδαν καὶ Βενιαμὶν καὶ πρὸς Ἐφραὶμ καὶ ἐθλίβη Ἰσραὴλ σφόδρα.
10 And the children of Israel cried out to the LORD, saying, “We have sinned against You, because we have both forsaken our God and served the Baals!”
10 καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον λέγοντες· ἡμάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν Θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλίμ.
11 So the LORD said to the children of Israel, “Did I not deliver you from the Egyptians and from the Amorites and from the people of Ammon and from the Philistines?
11 καὶ εἶπε Κύριος πρὸς τοὺς υἱοὺς Ἰσραήλ· μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Ἀμορραίου καὶ ἀπὸ υἱῶν Ἀμμὼν καὶ ἀπὸ Φυλιστιΐμ
12 Also the Sidonians and Amalekites and Maonites oppressed you; and you cried out to Me, and I delivered you from their hand.
12 καὶ Σιδωνίων καὶ Ἀμαλὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν;
13 Yet you have forsaken Me and served other gods. Therefore I will deliver you no more.
13 καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς.
14 “Go and cry out to the gods which you have chosen; let them deliver you in your time of distress.”
14 πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν.
15 And the children of Israel said to the LORD, “We have sinned! Do to us whatever seems best to You; only deliver us this day, we pray.”
15 καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
16 So they put away the foreign gods from among them and served the LORD. And His soul could no longer endure the misery of Israel.
16 καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ Κυρίῳ μόνῳ, καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ.
17 Then the people of Ammon gathered together and encamped in Gilead. And the children of Israel assembled together and encamped in Mizpah.
17 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἀμμών, καὶ παρενέβαλον ἐν Γαλαάδ. καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ.
18 And the people, the leaders of Gilead, said to one another, “Who is the man who will begin the fight against the people of Ammon? He shall be head over all the inhabitants of Gilead.”
18 καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ὁ ἀνήρ, ὅστις ἂν ἄρξεται παρατάξασθαι πρὸς υἱοὺς Ἀμμών; καὶ ἔσται εἰς ἄρχοντα πᾶσι τοῖς κατοικοῦσι Γαλαάδ.
NKJV translation