en
Old Testament
1 Now after the death of Joshua it came to pass that the children of Israel asked the LORD, saying, “Who shall be first to go up for us against the Canaanites to fight against them?”
1 ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ Κυρίου λέγοντες· τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς;
2 And the LORD said, “Judah shall go up. Indeed I have delivered the land into his hand.”
2 καὶ εἶπε Κύριος· Ἰούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.
3 So Judah said to Simeon his brother, “Come up with me to my allotted territory, that we may fight against the Canaanites; and I will likewise go with you to your allotted territory.” And Simeon went with him.
3 καὶ εἶπεν Ἰούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ· ἀνάβηθι μετ᾿ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾿ αὐτοῦ Συμεών.
4 Then Judah went up, and the LORD delivered the Canaanites and the Perizzites into their hand; and they killed ten thousand men at Bezek.
4 καὶ ἀνέβη Ἰούδας, καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζὰκ εἰς δέκα χιλιάδας ἀνδρῶν.
5 And they found Adoni-Bezek in Bezek, and fought against him; and they defeated the Canaanites and the Perizzites.
5 καὶ κατέλαβον τὸν Ἀδωνιβεζὲκ ἐν τῇ Βεζὲκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ Φερεζαῖον.
6 Then Adoni-Bezek fled, and they pursued him and caught him and cut off his thumbs and big toes.
6 καὶ ἔφυγεν Ἀδωνιβεζέκ, καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ ἐλάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶ ποδῶν αὐτοῦ.
7 And Adoni-Bezek said, “Seventy kings with their thumbs and big toes cut off used to gather scraps under my table; as I have done, so God has repaid me.” Then they brought him to Jerusalem, and there he died.
7 καὶ εἶπεν Ἀδωνιβεζέκ· ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. καὶ ἄγουσιν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.
8 Now the children of Judah fought against Jerusalem and took it; they struck it with the edge of the sword and set the city on fire.
8 Καὶ ἐπολέμουν υἱοὶ Ἰούδα τὴν Ἱερουσαλὴμ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ρομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.
9 And afterward the children of Judah went down to fight against the Canaanites who dwelt in the mountains, in the South, and in the lowland.
9 καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ἰούδα πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸ νότιον καὶ τὴν πεδινήν.
10 Then Judah went against the Canaanites who dwelt in Hebron. (Now the name of Hebron was formerly Kirjath Arba.) And they killed Sheshai, Ahiman, and Talmai.
10 καὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ. καὶ ἐπάταξαν τὸν Σεσσὶ καὶ Ἀχιναὰν καὶ Θολμί, γεννήματα τοῦ Ἐνάκ.
11 From there they went against the inhabitants of Debir. (The name of Debir was formerly Kirjath Sepher.)
11 καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα τῆς Δαβὶρ ἦν ἔμπροσθεν Καριαθσεφάρ, Πόλις γραμμάτων.
12 Then Caleb said, “Whoever attacks Kirjath Sepher and takes it, to him I will give my daughter Achsah as wife.”
12 καὶ εἶπε Χάλεβ· ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ἀσχὰ θυγατέρα μου εἰς γυναῖκα.
13 And Othniel the son of Kenaz, Caleb’s younger brother, took it; so he gave him his daughter Achsah as wife.
13 καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χάλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ Χάλεβ τὴν Ἀσχὰ θυγατέρα αὐτοῦ εἰς γυναῖκα.
14 Now it happened, when she came to him, that she urged him to ask her father for a field. And she dismounted from her donkey, and Caleb said to her, “What do you wish?”
14 καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιὴλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν, καὶ ἐγόγγυζε καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου· εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι;
15 So she said to him, “Give me a blessing; since you have given me land in the South, give me also springs of water.” And Caleb gave her the upper springs and the lower springs.
15 καὶ εἶπεν αὐτῷ Ἀσχά· δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χάλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν.
16 Now the children of the Kenite, Moses’ father-in-law, went up from the City of Palms with the children of Judah into the Wilderness of Judah, which lies in the South near Arad; and they went and dwelt among the people.
16 Καὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ Ἰούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως Ἀράδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ.
17 And Judah went with his brother Simeon, and they attacked the Canaanites who inhabited Zephath, and utterly destroyed it. So the name of the city was called Hormah.
17 καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφέκ· καὶ ἐξωλόθρευσεν αὐτούς, καὶ ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως Ἀνάθεμα.
18 Also Judah took Gaza with its territory, Ashkelon with its territory, and Ekron with its territory.
18 καὶ οὐκ ἐκληρονόμησεν Ἰούδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀσκάλωνα ουδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀκκαρὼν οὐδὲ τὰ ὅρια αὐτῆς, τὴν Ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς.
19 So the LORD was with Judah. And they drove out the mountaineers, but they could not drive out the inhabitants of the lowland, because they had chariots of iron.
19 καὶ ἦν Κύριος μετὰ Ἰούδα καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἠδυνάσθησαν ἐξολοθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχὰβ διεστείλατο αὐτοῖς.
20 And they gave Hebron to Caleb, as Moses had said. Then he expelled from there the three sons of Anak.
20 καὶ ἔδωκαν τῷ Χάλεβ τὴν Χεβρών, καθὼς ἐλάλησε Μωυσῆς, καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ἐνάκ.
21 But the children of Benjamin did not drive out the Jebusites who inhabited Jerusalem; so the Jebusites dwell with the children of Benjamin in Jerusalem to this day.
21 καὶ τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα ἐν Ἱερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμίν, καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμὶν ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.
22 And the house of Joseph also went up against Bethel, and the LORD was with them.
22 καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ εἰς Βαιθήλ, καὶ Κύριος ἦν μετ᾿ αὐτῶν.
23 So the house of Joseph sent men to spy out Bethel. (The name of the city was formerly Luz.)
23 καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζά.
24 And when the spies saw a man coming out of the city, they said to him, “Please show us the entrance to the city, and we will show you mercy.”
24 καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως· καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ· δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.
25 So he showed them the entrance to the city, and they struck the city with the edge of the sword; but they let the man and all his family go.
25 καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ρομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν.
26 And the man went to the land of the Hittites, built a city, and called its name Luz, which is its name to this day.
26 καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττὶν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Λουζά· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
27 However, Manasseh did not drive out the inhabitants of Beth Shean and its villages, or Taanach and its villages, or the inhabitants of Dor and its villages, or the inhabitants of Ibleam and its villages, or the inhabitants of Megiddo and its villages; for the Canaanites were determined to dwell in that land.
27 καὶ οὐκ ἐξῇρε Μανασσῆ τὴν Βαιθσάν, ἥ ἐστι Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Ἰεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
28 And it came to pass, when Israel was strong, that they put the Canaanites under tribute, but did not completely drive them out.
28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ἰσραήλ, καὶ ἐποίησε τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῇρεν αὐτόν.
29 Nor did Ephraim drive out the Canaanites who dwelt in Gezer; so the Canaanites dwelt in Gezer among them.
29 καὶ Ἐφραὶμ οὐκ ἐξῇρε τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζὲρ καὶ ἐγένετο εἰς φόρον.
30 Nor did Zebulun drive out the inhabitants of Kitron or the inhabitants of Nahalol; so the Canaanites dwelt among them, and were put under tribute.
30 καὶ Ζαβουλὼν οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Κέδρων, οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν καὶ ἐγένετο αὐτῷ εἰς φόρον.
31 Nor did Asher drive out the inhabitants of Acco or the inhabitants of Sidon, or of Ahlab, Achzib, Helbah, Aphik, or Rehob.
31 καὶ Ἀσὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Ἀκχώ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ἀαλάφ, τὸν Ἀσχαζὶ καὶ τὸν Χελβὰ καὶ τὸν Ναΐ καὶ τὸν Ἐρεώ.
32 So the Asherites dwelt among the Canaanites, the inhabitants of the land; for they did not drive them out.
32 καὶ κατῴκησεν ὁ Ἀσὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν.
33 Nor did Naphtali drive out the inhabitants of Beth Shemesh or the inhabitants of Beth Anath; but they dwelt among the Canaanites, the inhabitants of the land. Nevertheless the inhabitants of Beth Shemesh and Beth Anath were put under tribute to them.
33 καὶ Νεφθαλὶ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Βαιθσαμὺς καὶ τοὺς κατοικοῦντας Βαιθανάθ, καὶ κατῴκησε Νεφθαλὶ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμὺς καὶ τὴν Βαιθενὲθ ἐγένοντο αὐτοῖς εἰς φόρον.
34 And the Amorites forced the children of Dan into the mountains, for they would not allow them to come down to the valley;
34 καὶ ἐξέθλιψεν ὁ Ἀμορραῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.
35 and the Amorites were determined to dwell in Mount Heres, in Aijalon, and in Shaalbim; yet when the strength of the house of Joseph became greater, they were put under tribute.
35 καὶ ἤρξατο ὁ Ἀμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες, ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβίν· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ἰωσὴφ ἐπὶ τὸν Ἀμορραῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον.
36 Now the boundary of the Amorites was from the Ascent of Akrabbim, from Sela, and upward.
36 καὶ τὸ ὅριον τοῦ Ἀμορραίου ἀπὸ τῆς ἀναβάσεως Ἀκραβὶν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω.
NKJV translation