en
Old Testament
1 Then Joshua called the Reubenites, the Gadites, and half the tribe of Manasseh,
1 ΤΟΤΕ συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ρουβὴν καὶ τοὺς υἱοὺς Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ
2 and said to them: “You have kept all that Moses the servant of the LORD commanded you, and have obeyed my voice in all that I commanded you.
2 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἀκηκόατε πάντα, ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου, καὶ ὑπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν.
3 You have not left your brethren these many days, up to this day, but have kept the charge of the commandment of the LORD your God.
3 οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας· ἐφυλάξασθε τὴν ἐντολὴν Κυρίου τοῦ Θεοῦ ὑμῶν.
4 And now the LORD your God has given rest to your brethren, as He promised them; now therefore, return and go to your tents and to the land of your possession, which Moses the servant of the LORD gave you on the other side of the Jordan.
4 νῦν δὲ κατέπαυσε Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου.
5 But take careful heed to do the commandment and the law which Moses the servant of the LORD commanded you, to love the LORD your God, to walk in all His ways, to keep His commandments, to hold fast to Him, and to serve Him with all your heart and with all your soul.”
5 ἀλλὰ φυλάξασθε σφόδρα ποιεῖν τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Κυρίου, ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
6 So Joshua blessed them and sent them away, and they went to their tents.
6 καὶ εὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς, καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν.
7 Now to half the tribe of Manasseh Moses had given a possession in Bashan, but to the other half of it Joshua gave a possession among their brethren on this side of the Jordan, westward. And indeed, when Joshua sent them away to their tents, he blessed them,
7 καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ ἔδωκε Μωυσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ τὴν θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς,
8 and spoke to them, saying, “Return with much riches to your tents, with very much livestock, with silver, with gold, with bronze, with iron, and with very much clothing. Divide the spoil of your enemies with your brethren.”
8 καὶ ἐν χρήμασι πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν, καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολὺν διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν.
9 So the children of Reuben, the children of Gad, and half the tribe of Manasseh returned, and departed from the children of Israel at Shiloh, which is in the land of Canaan, to go to the country of Gilead, to the land of their possession, which they had obtained according to the word of the LORD by the hand of Moses.
9 Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἐκ Σηλὼ ἐν γῇ Χαναὰν ἀπελθεῖν εἰς τὴν Γαλαὰδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.
10 And when they came to the region of the Jordan which is in the land of Canaan, the children of Reuben, the children of Gad, and half the tribe of Manasseh built an altar there by the Jordan—a great, impressive altar.
10 καὶ ἦλθον εἰς Γάλγαλα τοῦ Ἰορδάνου, ἥ ἐστιν ἐν γῇ Χαναάν, καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ἰορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν.
11 Now the children of Israel heard someone say, “Behold, the children of Reuben, the children of Gad, and half the tribe of Manasseh have built an altar on the frontier of the land of Canaan, in the region of the Jordan—on the children of Israel’s side.”
11 καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ λεγόντων· ἰδοὺ ᾠκοδομήκασιν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ βωμὸν ἐφ' ὁρίων γῆς Χαναὰν ἐπὶ τοῦ Γαλαὰδ τοῦ Ἰορδάνου ἐν τῷ πέραν υἱῶν Ἰσραήλ.
12 And when the children of Israel heard of it, the whole congregation of the children of Israel gathered together at Shiloh to go to war against them.
12 καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλώ, ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς.
13 Then the children of Israel sent Phinehas the son of Eleazar the priest to the children of Reuben, to the children of Gad, and to half the tribe of Manasseh, into the land of Gilead,
13 καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ρουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ τόν τε Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἀρχιερέως
14 and with him ten rulers, one ruler each from the chief house of every tribe of Israel; and each one was the head of the house of his father among the divisions of Israel.
14 καὶ δέκα τῶν ἀρχόντων μετ' αὐτοῦ, ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ἰσραήλ· ἄρχοντες οἴκων πατριῶν εἰσι, χιλίαρχοι Ἰσραήλ.
15 Then they came to the children of Reuben, to the children of Gad, and to half the tribe of Manasseh, to the land of Gilead, and they spoke with them, saying,
15 καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Ρουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες·
16 “Thus says the whole congregation of the LORD: ‘What treachery is this that you have committed against the God of Israel, to turn away this day from following the LORD, in that you have built for yourselves an altar, that you might rebel this day against the LORD?
16 τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου· τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ Θεοῦ Ἰσραήλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμόν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ Κυρίου;
17 Is the iniquity of Peor not enough for us, from which we are not cleansed till this day, although there was a plague in the congregation of the LORD,
17 μὴ μικρὸν ὑμῖν τὸ ἁμάρτημα Φογώρ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ' αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου.
18 but that you must turn away this day from following the LORD? And it shall be, if you rebel today against the LORD, that tomorrow He will be angry with the whole congregation of Israel.
18 καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου; καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ἰσραὴλ ἔσται ἡ ὀργή.
19 Nevertheless, if the land of your possession is unclean, then cross over to the land of the possession of the LORD, where the LORD’s tabernacle stands, and take possession among us; but do not rebel against the LORD, nor rebel against us, by building yourselves an altar besides the altar of the LORD our God.
19 καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς Κυρίου κατασχέσεως, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσατε ἐν ἡμῖν· καὶ μὴ ἀπὸ Θεοῦ ἀποστάται γενήθητε καὶ ὑμεῖς μηδ' ἀπόστητε ἀπὸ Κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ ἡμῶν.
20 Did not Achan the son of Zerah commit a trespass in the accursed thing, and wrath fell on all the congregation of Israel? And that man did not perish alone in his iniquity.’ ”
20 οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς αὐτὸς ἀπέθανε τῇ ἑαυτοῦ ἁμαρτίᾳ.
21 Then the children of Reuben, the children of Gad, and half the tribe of Manasseh answered and said to the heads of the divisions of Israel:
21 Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ἰσραὴλ λέγοντες·
22 “The LORD God of gods, the LORD God of gods, He knows, and let Israel itself know—if it is in rebellion, or if in treachery against the LORD, do not save us this day.
22 ὁ Θεὸς Θεὸς Κύριός ἐστι, καὶ ὁ Θεὸς Θεὸς αὐτὸς οἶδε, καὶ Ἰσραὴλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ Κυρίου, μὴ ρύσαιτο ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ·
23 If we have built ourselves an altar to turn from following the LORD, or if to offer on it burnt offerings or grain offerings, or if to offer peace offerings on it, let the LORD Himself require an account.
23 καὶ εἰ ᾠκοδομήσαμεν ἑαυτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπ' αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ' αὐτοῦ θυσίαν σωτηρίου, Κύριος ἐκζητήσει.
24 But in fact we have done it for fear, for a reason, saying, ‘In time to come your descendants may speak to our descendants, saying, “What have you to do with the LORD God of Israel?
24 ἀλλ' ἕνεκεν εὐλαβείας ρήματος ἐποιήσαμεν τοῦτο λέγοντες· ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν, τί ὑμῖν καὶ Κυρίῳ τῷ Θεῷ Ἰσραήλ;
25 For the LORD has made the Jordan a border between you and us, you children of Reuben and children of Gad. You have no part in the LORD.” So your descendants would make our descendants cease fearing the LORD.’
25 καὶ ὅρια ἔθηκε Κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ἰορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται Κύριον.
26 Therefore we said, ‘Let us now prepare to build ourselves an altar, not for burnt offering nor for sacrifice,
26 καὶ εἴπαμεν ποιῆσαι οὕτω, τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν,
27 but that it may be a witness between you and us and our generations after us, that we may perform the service of the LORD before Him with our burnt offerings, with our sacrifices, and with our peace offerings; that your descendants may not say to our descendants in time to come, “You have no part in the LORD.” ’
27 ἀλλ' ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ' ἡμᾶς, τοῦ λατρεύειν λατρείαν Κυρίου ἐναντίον αὐτοῦ, ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσι τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον· οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου.
28 Therefore we said that it will be, when they say this to us or to our generations in time to come, that we may say, ‘Here is the replica of the altar of the LORD which our fathers made, though not for burnt offerings nor for sacrifices; but it is a witness between you and us.’
28 καὶ εἴπομεν· ἐὰν γένηταί ποτε καὶ λαλήσωσι πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν· ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου Κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν.
29 Far be it from us that we should rebel against the LORD, and turn from following the LORD this day, to build an altar for burnt offerings, for grain offerings, or for sacrifices, besides the altar of the LORD our God which is before His tabernacle.”
29 μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ Κυρίου ἐν τῇ σήμερον ἡμέρᾳ ἀποστῆναι ἀπὸ Κυρίου, ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασι καὶ ταῖς θυσίαις Σαλαμὶν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου Κυρίου, ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ.
30 Now when Phinehas the priest and the rulers of the congregation, the heads of the divisions of Israel who were with him, heard the words that the children of Reuben, the children of Gad, and the children of Manasseh spoke, it pleased them.
30 Καὶ ἀκούσας Φινεὲς ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ἰσραήλ, οἳ ἦσαν μετ' αὐτοῦ, τοὺς λόγους, οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤρεσεν αὐτοῖς.
31 Then Phinehas the son of Eleazar the priest said to the children of Reuben, the children of Gad, and the children of Manasseh, “This day we perceive that the LORD is among us, because you have not committed this treachery against the LORD. Now you have delivered the children of Israel out of the hand of the LORD.”
31 καὶ εἶπε Φινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ρουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· σήμερον ἐγνώκαμεν ὅτι μεθ' ἡμῶν Κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον Κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ χειρὸς Κυρίου.
32 And Phinehas the son of Eleazar the priest, and the rulers, returned from the children of Reuben and the children of Gad, from the land of Gilead to the land of Canaan, to the children of Israel, and brought back word to them.
32 καὶ ἀπέστρεψε Φινεὲς ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ρουβὴν καὶ ἀπὸ τῶν υἱῶν Γὰδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐκ τῆς Γαλαὰδ εἰς γῆν Χαναὰν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους,
33 So the thing pleased the children of Israel, and the children of Israel blessed God; they spoke no more of going against them in battle, to destroy the land where the children of Reuben and Gad dwelt.
33 καὶ ἤρεσε τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ εὐλόγησαν τὸν Θεὸν υἱῶν Ἰσραὴλ καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολοθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ρουβὴν καὶ τῶν υἱῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ. καὶ κατῴκησαν ἐπ' αὐτῆς.
34 The children of Reuben and the children of Gad called the altar, Witness, “For it is a witness between us that the LORD is God.”
34 καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ρουβὴν καὶ τῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ καὶ εἶπεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς αὐτῶν ἐστι.
NKJV translation