en
Old Testament
1 Then the heads of the fathers’ houses of the Levites came near to Eleazar the priest, to Joshua the son of Nun, and to the heads of the fathers’ houses of the tribes of the children of Israel.
1 ΚΑΙ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα καὶ Ἰησοῦν τὸν τοῦ Ναυὴ καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ἰσραὴλ
2 And they spoke to them at Shiloh in the land of Canaan, saying, “The LORD commanded through Moses to give us cities to dwell in, with their common-lands for our livestock.”
2 καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλὼ ἐν γῇ Χαναὰν λέγοντες· ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν.
3 So the children of Israel gave to the Levites from their inheritance, at the commandment of the LORD, these cities and their common-lands:
3 καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν.
4 Now the lot came out for the families of the Kohathites. And the children of Aaron the priest, who were of the Levites, had thirteen cities by lot from the tribe of Judah, from the tribe of Simeon, and from the tribe of Benjamin.
4 καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ, καὶ ἐγένετο τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσι τοῖς Λευίταις ἀπὸ φυλῆς Ἰούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμὶν κληρωτὶ πόλεις δεκατρεῖς·
5 The rest of the children of Kohath had ten cities by lot from the families of the tribe of Ephraim, from the tribe of Dan, and from the half-tribe of Manasseh.
5 καὶ τοῖς υἱοῖς Καὰθ καταλελειμμένοις ἐκ τῆς φυλῆς Ἐφραὶμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κληρωτὶ πόλεις δέκα·
6 And the children of Gershon had thirteen cities by lot from the families of the tribe of Issachar, from the tribe of Asher, from the tribe of Naphtali, and from the half-tribe of Manasseh in Bashan.
6 καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς Ἰσσάχαρ καὶ ἀπὸ τῆς φυλῆς Ἀσὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις δεκατρεῖς·
7 The children of Merari according to their families had twelve cities from the tribe of Reuben, from the tribe of Gad, and from the tribe of Zebulun.
7 καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ρουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτὶ πόλεις δώδεκα.
8 And the children of Israel gave these cities with their common-lands by lot to the Levites, as the LORD had commanded by the hand of Moses.
8 καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, κληρωτί.
9 So they gave from the tribe of the children of Judah and from the tribe of the children of Simeon these cities which are designated by name,
9 καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ἰούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, καὶ ἐπεκλήθησαν
10 which were for the children of Aaron, one of the families of the Kohathites, who were of the children of Levi; for the lot was theirs first.
10 τοῖς υἱοῖς Ἀαρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευί, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος.
11 And they gave them Kirjath Arba (Arba was the father of Anak), which is Hebron, in the mountains of Judah, with the common-land surrounding it.
11 καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβὸκ μητρόπολιν τῶν Ἐνὰκ (αὕτη ἐστὶ Χεβρὼν) ἐν τῷ ὄρει Ἰούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς
12 But the fields of the city and its villages they gave to Caleb the son of Jephunneh as his possession.
12 καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χάλεβ υἱοῦ Ἰεφοννὴ ἐν κατασχέσει·
13 Thus to the children of Aaron the priest they gave Hebron with its common-land (a city of refuge for the slayer), Libnah with its common-land,
13 καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκε τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνὰ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ.
14 Jattir with its common-land, Eshtemoa with its common-land,
14 καὶ τὴν Αἰλὼμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ
15 Holon with its common-land, Debir with its common-land,
15 καὶ τὴν Γελλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβὶρ καὶ τὰ ἀφωρισμένα αὐτῇ
16 Ain with its common-land, Juttah with its common-land, and Beth Shemesh with its common-land: nine cities from those two tribes;
16 καὶ Ἀσὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανὺ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμὺς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων.
17 and from the tribe of Benjamin, Gibeon with its common-land, Geba with its common-land,
17 καὶ παρὰ τῆς φυλῆς Βενιαμὶν τὴν Γαβαὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθὲθ καὶ τὰ ἀφωρισμένα αὐτῇ
18 Anathoth with its common-land, and Almon with its common-land: four cities.
18 καὶ Ἀναθὼθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
19 All the cities of the children of Aaron, the priests, were thirteen cities with their common-lands.
19 πᾶσαι αἱ πόλεις υἱῶν Ἀαρὼν τῶν ἱερέων δεκατρεῖς.
20 And the families of the children of Kohath, the Levites, the rest of the children of Kohath, even they had the cities of their lot from the tribe of Ephraim.
20 καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἐγενήθη ἡ πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς Ἐφραίμ,
21 For they gave them Shechem with its common-land in the mountains of Ephraim (a city of refuge for the slayer), Gezer with its common-land,
21 καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ
22 Kibzaim with its common-land, and Beth Horon with its common-land: four cities;
22 καὶ Βαιθωρὼν καὶ τὰ ἀφωρισμένα τὰ αὐτῇ, πόλεις τέσσαρες.
23 and from the tribe of Dan, Eltekeh with its common-land, Gibbethon with its common-land,
23 καὶ ἐκ τῆς φυλῆς Δὰν τὴν Ἐλκωθαὶμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ
24 Aijalon with its common-land, and Gath Rimmon with its common-land: four cities;
24 καὶ Αἰλὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθερεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
25 and from the half-tribe of Manasseh, Tanach with its common-land and Gath Rimmon with its common-land: two cities.
25 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Τανὰχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ἰεβαθὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο.
26 All the ten cities with their common-lands were for the rest of the families of the children of Kohath.
26 πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελειμμένοις.
27 Also to the children of Gershon, of the families of the Levites, from the other half-tribe of Manasseh, they gave Golan in Bashan with its common-land (a city of refuge for the slayer), and Be Eshterah with its common-land: two cities;
27 καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσορὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο.
28 and from the tribe of Issachar, Kishion with its common-land, Daberath with its common-land,
28 καὶ ἐκ τῆς φυλῆς Ἰσσάχαρ τὴν Κισὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δεββὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ
29 Jarmuth with its common-land, and En Gannim with its common-land: four cities;
29 καὶ τὴν Ρεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
30 and from the tribe of Asher, Mishal with its common-land, Abdon with its common-land,
30 καὶ ἐκ τῆς φυλῆς Ἀσὴρ τὴν Βασελλὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαββὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ
31 Helkath with its common-land, and Rehob with its common-land: four cities;
31 καὶ Χελκὰτ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ραὰβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
32 and from the tribe of Naphtali, Kedesh in Galilee with its common-land (a city of refuge for the slayer), Hammoth Dor with its common-land, and Kartan with its common-land: three cities.
32 καὶ ἐκ τῆς φυλῆς Νεφθαλὶ τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι, τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ἐμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς.
33 All the cities of the Gershonites according to their families were thirteen cities with their common-lands.
33 πᾶσαι αἱ πόλεις τοῦ Γεδσὼν κατὰ δήμους αὐτῶν πόλεις δεκατρεῖς.
34 And to the families of the children of Merari, the rest of the Levites, from the tribe of Zebulun, Jokneam with its common-land, Kartah with its common-land,
34 καὶ τῷ δήμῳ υἱῶν Μεραρὶ τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν τὴν Μαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Κάδης καὶ τὰ περισπόρια αὐτῆς
35 Dimnah with its common-land, and Nahalal with its common-land: four cities;
35 καὶ Σελλὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τρεῖς.
36 and from the tribe of Reuben, Bezer with its common-land, Jahaz with its common-land,
36 καὶ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἐκ τῆς φυλῆς Ρουβήν, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ τῇ Μισὼρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς
37 Kedemoth with its common-land, and Mephaath with its common-land: four cities;
37 καὶ τὴν Δεκμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαφὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες.
38 and from the tribe of Gad, Ramoth in Gilead with its common-land (a city of refuge for the slayer), Mahanaim with its common-land,
38 καὶ ἀπὸ φυλῆς Γὰδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Ραμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμὶν καὶ τὰ περισπόρια αὐτῆς
39 Heshbon with its common-land, and Jazer with its common-land: four cities in all.
39 καὶ τὴν Ἐσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς, πᾶσαι αἱ πόλεις τέσσαρες.
40 So all the cities for the children of Merari according to their families, the rest of the families of the Levites, were by their lot twelve cities.
40 πᾶσαι αἱ πόλεις τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς τῆς Λευί· καὶ ἐγενήθη τὰ ὅρια πόλεις δεκαδύο.
41 All the cities of the Levites within the possession of the children of Israel were forty-eight cities with their common-lands.
41 πᾶσαι αἱ πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ἰσραὴλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν κύκλῳ τῶν πόλεων τούτων,
42 Every one of these cities had its common-land surrounding it; thus were all these cities.
42 πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσι ταύταις.
43 So the LORD gave to Israel all the land of which He had sworn to give to their fathers, and they took possession of it and dwelt in it.
42α Καὶ συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν.
44 The LORD gave them rest all around, according to all that He had sworn to their fathers. And not a man of all their enemies stood against them; the LORD delivered all their enemies into their hand.
42β καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ μερίδα τῷ Ἰησοῖ κατὰ πρόσταγμα Κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο· τὴν Θαμνασαρὰχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Ἐφραίμ.
45 Not a word failed of any good thing which the LORD had spoken to the house of Israel. All came to pass.
42γ καὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ.
42δ καὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαράχ.
43 Καὶ ἔδωκε Κύριος τῷ Ἰσραὴλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ.
44 καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθὰ ὤμοσε τοῖς πατράσιν αὐτῶν· οὐκ ἀντέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκε Κύριος εἰς τὰς χεῖρας αὐτῶν.
45 οὐ διέπεσεν ἀπὸ πάντων τῶν ρημάτων τῶν καλῶν, ὧν ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ· πάντα παρεγένετο.
NKJV translation