en
Old Testament
1 The LORD also spoke to Joshua, saying,
1 ΚΑΙ ἐλάλησε Κύριος τῷ Ἰησοῖ λέγων·
2 “Speak to the children of Israel, saying: ‘Appoint for yourselves cities of refuge, of which I spoke to you through Moses,
2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· δότε τὰς πόλεις τῶν φυγαδευτηρίων, ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ.
3 that the slayer who kills a person accidentally or unintentionally may flee there; and they shall be your refuge from the avenger of blood.
3 φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως, καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπό τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν*[( Ἐκ τοῦ κώδ. Α)
4 And when he flees to one of those cities, and stands at the entrance of the gate of the city, and declares his case in the hearing of the elders of that city, they shall take him into the city as one of them, and give him a place, that he may dwell among them.
4 Καὶ φεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ στήσεται ἐπὶ τὴν θύραν τῆς πόλεως καὶ λαλήσει ἐν τοῖς ὠσὶ τῶν πρεσβυτέρων τῆς πόλεως ἐκείνης τοὺς λόγους τούτους καὶ ἐπιστρέψουσιν αὐτὸν ἡ συναγωγὴ πρὸς αὐτοὺς καὶ δώσουσιν αὐτῷ τόπον καὶ κατοικήσει μετ' αὐτῶν
5 Then if the avenger of blood pursues him, they shall not deliver the slayer into his hand, because he struck his neighbor unintentionally, but did not hate him beforehand.
5 καὶ ὅτι διώξεται ὁ ἀγχιστεύων τὸ αἷμα ὀπίσω αὐτοῦ καὶ οὐ συγκλείσουσι τὸν φονεύσαντα ἐν τῇ χειρὶ αὐτοῦ, ὅτι οὐκ εἰδὼς ἐπάταξε τὸν πλησίον αὐτοῦ καὶ οὐ μισῶν αὐτὸς αὐτὸν ἀπ' ἐχθὲς καὶ τῆς τρίτης
6 And he shall dwell in that city until he stands before the congregation for judgment, and until the death of the one who is high priest in those days. Then the slayer may return and come to his own city and his own house, to the city from which he fled.’ ”
6 καὶ κατοικήσει ἐν τῇ πόλει ἐκείνῃ ἕως στῇ κατὰ πρόσωπον τῆς συναγωγῆς εἰς κρίσιν ἕως ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις· τότε ἐπιστρέψει ὁ φονεύσας καὶ ἐλεύσεται εἰς τὴν πόλιν αὐτοῦ καὶ πρὸς τὸν οἶκον αὐτοῦ καὶ πρὸς πόλιν ὅθεν ἔφυγεν ἐκεῖθεν.].
7 So they appointed Kedesh in Galilee, in the mountains of Naphtali, Shechem in the mountains of Ephraim, and Kirjath Arba (which is Hebron) in the mountains of Judah.
7 καὶ διέστειλε τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλὶ καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ καὶ τὴν πόλιν Ἀρβὸκ (αὕτη ἐστὶ Χεβρών) ἐν τῷ ὄρει τῷ Ἰούδα.
8 And on the other side of the Jordan, by Jericho eastward, they assigned Bezer in the wilderness on the plain, from the tribe of Reuben, Ramoth in Gilead, from the tribe of Gad, and Golan in Bashan, from the tribe of Manasseh.
8 καὶ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἔδωκε Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ρουβὴν καὶ Ἀρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γάδ, καὶ τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι ἐκ τῆς φυλῆς Μανασσῆ.
9 These were the cities appointed for all the children of Israel and for the stranger who dwelt among them, that whoever killed a person accidentally might flee there, and not die by the hand of the avenger of blood until he stood before the congregation.
9 αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.
NKJV translation