en
Old Testament
1 Now the whole congregation of the children of Israel assembled together at Shiloh, and set up the tabernacle of meeting there. And the land was subdued before them.
1 ΚΑΙ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλὼ καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ' αὐτῶν.
2 But there remained among the children of Israel seven tribes which had not yet received their inheritance.
2 καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραήλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί.
3 Then Joshua said to the children of Israel: “How long will you neglect to go and possess the land which the LORD God of your fathers has given you?
3 καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ· ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκε Κύριος ὁ Θεὸς ἡμῶν;
4 Pick out from among you three men for each tribe, and I will send them; they shall rise and go through the land, survey it according to their inheritance, and come back to me.
4 δότε ἐξ ὑμῶν ἄνδρας τρεῖς ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν (καὶ διήλθοσαν πρὸς αὐτόν,
5 And they shall divide it into seven parts. Judah shall remain in their territory on the south, and the house of Joseph shall remain in their territory on the north.
5 καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας). Ἰούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ.
6 You shall therefore survey the land in seven parts and bring the survey here to me, that I may cast lots for you here before the LORD our God.
6 ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε ὧδε πρός με, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν.
7 But the Levites have no part among you, for the priesthood of the LORD is their inheritance. And Gad, Reuben, and half the tribe of Manasseh have received their inheritance beyond the Jordan on the east, which Moses the servant of the LORD gave them.”
7 οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν, ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ρουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπ' ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου.
8 Then the men arose to go away; and Joshua charged those who went to survey the land, saying, “Go, walk through the land, survey it, and come back to me, that I may cast lots for you here before the LORD in Shiloh.”
8 καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν, καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσι τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων· πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ.
9 So the men went, passed through the land, and wrote the survey in a book in seven parts by cities; and they came to Joshua at the camp in Shiloh.
9 καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις, ἑπτὰ μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν.
10 Then Joshua cast lots for them in Shiloh before the LORD, and there Joshua divided the land to the children of Israel according to their divisions.
10 καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου.
11 Now the lot of the tribe of the children of Benjamin came up according to their families, and the territory of their lot came out between the children of Judah and the children of Joseph.
11 Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμὶν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον υἱῶν Ἰούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ἰωσήφ.
12 Their border on the north side began at the Jordan, and the border went up to the side of Jericho on the north, and went up through the mountains westward; it ended at the Wilderness of Beth Aven.
12 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ, ἀπὸ τοῦ Ἰορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ἱεριχὼ ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαβδαρῖτις Βαιθών,
13 The border went over from there toward Luz, to the side of Luz (which is Bethel) southward; and the border descended to Ataroth Addar, near the hill that lies on the south side of Lower Beth Horon.
13 καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ λιβὸς (αὕτη ἐστὶ Βαιθήλ), καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστι πρὸς λίβα Βαιθωρὼν ἡ κάτω,
14 Then the border extended around the west side to the south, from the hill that lies before Beth Horon southward; and it ended at Kirjath Baal (which is Kirjath Jearim), a city of the children of Judah. This was the west side.
14 καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ (αὕτη ἐστὶ Καριαθιαρίν, πόλις υἱῶν Ἰούδα)· τοῦτό ἐστι τὸ μέρος τὸ πρὸς θάλασσαν.
15 The south side began at the end of Kirjath Jearim, and the border extended on the west and went out to the spring of the waters of Nephtoah.
15 καὶ μέρος τὸ πρὸς λίβα ἀπό μέρους Καριαθβάαλ, καὶ διελεύσεται ὅρια εἰς Γασὶν ἐπὶ πηγὴν ὕδατος Ναφθώ,
16 Then the border came down to the end of the mountain that lies before the Valley of the Son of Hinnom, which is in the Valley of the Rephaim on the north, descended to the Valley of Hinnom, to the side of the Jebusite city on the south, and descended to En Rogel.
16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστι κατὰ πρόσωπον νάπης Ὀννάμ, ὅ ἐστιν ἐκ μέρους Ἐμεκραφαΐν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον Ἰεβουσαὶ ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγὴλ
17 And it went around from the north, went out to En Shemesh, and extended toward Geliloth, which is before the Ascent of Adummim, and descended to the stone of Bohan the son of Reuben.
17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμὺς καὶ παρελεύσεται ἐπὶ Γαλιλώθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασαιν Αἰθαμίν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιὼν υἱῶν Ρουβὴν
18 Then it passed along toward the north side of Arabah, and went down to Arabah.
18 καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ βορρᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ,
19 And the border passed along to the north side of Beth Hoglah; then the border ended at the north bay at the Salt Sea, at the south end of the Jordan. This was the southern boundary.
19 καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ἰορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός.
20 The Jordan was its border on the east side. This was the inheritance of the children of Benjamin, according to its boundaries all around, according to their families.
20 καὶ ὁ Ἰορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμίν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.
21 Now the cities of the tribe of the children of Benjamin, according to their families, were Jericho, Beth Hoglah, Emek Keziz,
21 καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν Ἱεριχὼ καὶ Βεθεγαιὼ καὶ Ἀμεκασίς,
22 Beth Arabah, Zemaraim, Bethel,
22 καὶ Βαιθαβαρὰ καὶ Σαρὰ καὶ Βησανὰ
23 Avim, Parah, Ophrah,
23 καὶ Αἰεὶν καὶ Φαρὰ καὶ Ἐφραθὰ
24 Chephar Haammoni, Ophni, and Gaba: twelve cities with their villages;
24 καὶ Καραφὰ καὶ Κεφιρὰ καὶ Μονὶ καὶ Γαβαά, πόλεις δώδεκα καὶ αἱ κῶμαι αὐτῶν·
25 Gibeon, Ramah, Beeroth,
25 Γαβαὼν καὶ Ραμὰ καὶ Βεηρωθὰ
26 Mizpah, Chephirah, Mozah,
26 καὶ Μασσημὰ καὶ Μιρὼν καὶ Ἀμωκὴ
27 Rekem, Irpeel, Taralah,
27 καὶ Φιρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ
28 Zelah, Eleph, Jebus (which is Jerusalem), Gibeath, and Kirjath: fourteen cities with their villages. This was the inheritance of the children of Benjamin according to their families.
28 καὶ Ἰεβοῦς (αὕτη ἐστὶν Ἱερουσαλὴμ) καὶ Γαβαωθιαρίμ, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.
NKJV translation