en
Old Testament
1 The lot fell to the children of Joseph from the Jordan, by Jericho, to the waters of Jericho on the east, to the wilderness that goes up from Jericho through the mountains to Bethel,
1 ΚΑΙ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπὸ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ἱεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά,
2 then went out from Bethel to Luz, passed along to the border of the Archites at Ataroth,
2 καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Ἀχαταρωθὶ
3 and went down westward to the boundary of the Japhletites, as far as the boundary of Lower Beth Horon to Gezer; and it ended at the sea.
3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἀπταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.
4 So the children of Joseph, Manasseh and Ephraim, took their inheritance.
4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσὴφ Ἐφραὶμ καὶ Μανασσῆ·
5 The border of the children of Ephraim, according to their families, was thus: The border of their inheritance on the east side was Ataroth Addar as far as Upper Beth Horon.
5 καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπ' ἀνατολῶν Ἀταρὼθ καὶ Ἐρὼκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά,
6 And the border went out toward the sea on the north side of Michmethath; then the border went around eastward to Taanath Shiloh, and passed by it on the east of Janohah.
6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἰκασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπ' ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ παρελεύσεται ἀπ' ἀνατολῶν εἰς Ἰανωκὰ
7 Then it went down from Janohah to Ataroth and Naarah, reached to Jericho, and came out at the Jordan.
7 καὶ εἰς Μαχώ, καὶ Ἀταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ἱεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην.
8 The border went out from Tappuah westward to the Brook Kanah, and it ended at the sea. This was the inheritance of the tribe of the children of Ephraim according to their families.
8 καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφραὶμ κατὰ δήμους αὐτῶν.
9 The separate cities for the children of Ephraim were among the inheritance of the children of Manasseh, all the cities with their villages.
9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
10 And they did not drive out the Canaanites who dwelt in Gezer; but the Canaanites dwell among the Ephraimites to this day and have become forced laborers.
10 καὶ οὐκ ἀπώλεσεν Ἐφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.
NKJV translation