en
Old Testament
1 Now Joshua was old, advanced in years. And the LORD said to him: “You are old, advanced in years, and there remains very much land yet to be possessed.
1 ΚΑΙ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν.
2 This is the land that yet remains: all the territory of the Philistines and all that of the Geshurites,
2 καὶ αὕτη ἡ γῆ καταλελειμμένη· ὅρια Φυλιστιείμ, ὁ Γεσιρὶ καὶ ὁ Χαναναῖος·
3 from Sihor, which is east of Egypt, as far as the border of Ekron northward (which is counted as Canaanite); the five lords of the Philistines—the Gazites, the Ashdodites, the Ashkelonites, the Gittites, and the Ekronites; also the Avites;
3 ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτίῳ καὶ τῷ Ἀσκαλωνίτῃ καὶ τῷ Γετθαίῳ καὶ τῷ Ἀκκαρωνίτῃ· καὶ τῷ Εὐαίῳ
4 from the south, all the land of the Canaanites, and Mearah that belongs to the Sidonians as far as Aphek, to the border of the Amorites;
4 ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ἀφέκ, ἕως τῶν ὁρίων τῶν Ἀμορραίων,
5 the land of the Gebalites, and all Lebanon, toward the sunrise, from Baal Gad below Mount Hermon as far as the entrance to Hamath;
5 καὶ πᾶσαν τὴν γῆν Γαβλὶ Φυλιστιείμ· καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου, ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν ἕως τῆς εἰσόδου Ἐμάθ·
6 all the inhabitants of the mountains from Lebanon as far as the Brook Misrephoth, and all the Sidonians—them I will drive out from before the children of Israel; only divide it by lot to Israel as an inheritance, as I have commanded you.
6 πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθαίμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολοθρεύσω ἀπὸ προσώπου Ἰσραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ἰσραήλ, ὃν τρόπον σοι ἐνετειλάμην.
7 Now therefore, divide this land as an inheritance to the nine tribes and half the tribe of Manasseh.”
7 καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
8 With the other half-tribe the Reubenites and the Gadites received their inheritance, which Moses had given them, beyond the Jordan eastward, as Moses the servant of the LORD had given them:
8 ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, τῷ Ρουβὴν καὶ τῷ Γάδ, ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· κατ' ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς Κυρίου,
9 from Aroer which is on the bank of the River Arnon, and the town that is in the midst of the ravine, and all the plain of Medeba as far as Dibon;
9 ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβὰ ἕως Δαιβάν,
10 all the cities of Sihon king of the Amorites, who reigned in Heshbon, as far as the border of the children of Ammon;
10 πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμορραίων, ὃς ἐβασίλευσεν ἐν Ἐσεβών, ἕως τῶν ὁρίων υἱῶν Ἀμμῶν,
11 Gilead, and the border of the Geshurites and Maachathites, all Mount Hermon, and all Bashan as far as Salcah;
11 καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρὶ καὶ τοῦ Μαχατί, πᾶν ὄρος Ἀερμὼν καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Σελλά,
12 all the kingdom of Og in Bashan, who reigned in Ashtaroth and Edrei, who remained of the remnant of the giants; for Moses had defeated and cast out these.
12 πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλόθρευσε.
13 Nevertheless the children of Israel did not drive out the Geshurites or the Maachathites, but the Geshurites and the Maachathites dwell among the Israelites until this day.
13 καὶ οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσιρὶ καὶ τὸν Μαχατὶ καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρὶ καὶ ὁ Μαχατὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας.
14 Only to the tribe of Levi he had given no inheritance; the sacrifices of the LORD God of Israel made by fire are their inheritance, as He said to them.
14 πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς Ἰσραήλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
15 And Moses had given to the tribe of the children of Reuben an inheritance according to their families.
15 Καὶ ἔδωκε Μωυσῆς τῇ φυλῇ Ρουβὴν κατὰ δήμους αὐτῶν.
16 Their territory was from Aroer, which is on the bank of the River Arnon, and the city that is in the midst of the ravine, and all the plain by Medeba;
16 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Ἀροήρ, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ἀρνῶν, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Ἀρνῶν. καὶ πᾶσαν τὴν Μισὼρ ἕως Ἐσεβὼν
17 Heshbon and all its cities that are in the plain: Dibon, Bamoth Baal, Beth Baal Meon,
17 καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ καὶ Δαιβὼν καὶ Βαμωθβάαλ καὶ οἴκου Βεελμὼν
18 Jahaza, Kedemoth, Mephaath,
18 καὶ Ἰασσὰ καὶ Κεδημὼθ καὶ Μεφαὰθ
19 Kirjathaim, Sibmah, Zereth Shahar on the mountain of the valley,
19 καὶ Καριαθαὶμ καὶ Σεβαμὰ καὶ Σεραδὰ καὶ Σιὼρ ἐν τῷ ὄρει Ἐμὰκ
20 Beth Peor, the slopes of Pisgah, and Beth Jeshimoth—
20 καὶ Βαιθφογὸρ καὶ Ἀσηδὼθ Φασγὰ καὶ Βαιθασειμὼθ
21 all the cities of the plain and all the kingdom of Sihon king of the Amorites, who reigned in Heshbon, whom Moses had struck with the princes of Midian: Evi, Rekem, Zur, Hur, and Reba, who were princes of Sihon dwelling in the country.
21 καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃν ἐπάταξε Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ καὶ τὸν Εὐὶ καὶ τὸν Ροκὸμ καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ροβὲ ἄρχοντας παρὰ Σηὼν καὶ τοὺς κατοικοῦντας τὴν γῆν.
22 The children of Israel also killed with the sword Balaam the son of Beor, the soothsayer, among those who were killed by them.
22 καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεώρ, τὸν μάντιν, ἀπέκτειναν ἐν τῇ ροπῇ.
23 And the border of the children of Reuben was the bank of the Jordan. This was the inheritance of the children of Reuben according to their families, the cities and their villages.
23 ἐγένετο δὲ τὰ ὅρια Ρουβήν· Ἰορδάνης ὅριον, αὕτη ἡ κληρονομία υἱῶν Ρουβὴν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
24 Moses also had given an inheritance to the tribe of Gad, to the children of Gad according to their families.
24 ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν.
25 Their territory was Jazer, and all the cities of Gilead, and half the land of the Ammonites as far as Aroer, which is before Rabbah,
25 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ, πᾶσαι πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἀμμῶν ἕως Ἀροήρ, ἥ ἐστι κατὰ πρόσωπον Ραββά,
26 and from Heshbon to Ramath Mizpah and Betonim, and from Mahanaim to the border of Debir,
26 καὶ ἀπὸ Ἐσεβὼν ἕως Ραμὼθ κατὰ τὴν Μασσηφὰ καὶ Βοτανὶμ καὶ Μααναΐν ἕως τῶν ὁρίων Δαβίρ,
27 and in the valley Beth Haram, Beth Nimrah, Succoth, and Zaphon, the rest of the kingdom of Sihon king of Heshbon, with the Jordan as its border, as far as the edge of the Sea of Chinnereth, on the other side of the Jordan eastward.
27 καὶ Ἐμὲκ Βαιθαρὰμ Βανθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἐσεβών, καὶ ὁ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερὲθ πέραν τοῦ Ἰορδάνου ἀπ' ἀνατολῶν.
28 This is the inheritance of the children of Gad according to their families, the cities and their villages.
28 αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
29 Moses also had given an inheritance to half the tribe of Manasseh; it was for half the tribe of the children of Manasseh according to their families:
29 καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν.
30 Their territory was from Mahanaim, all Bashan, all the kingdom of Og king of Bashan, and all the towns of Jair which are in Bashan, sixty cities;
30 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναΐμ καὶ πᾶσα βασιλεία Βασανὶ καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως τῆς Βασὰν καὶ πάσας τὰς κώμας Ἰαΐρ, αἵ εἰσιν ἐν τῇ Νασανίτιδι, ἑξήκοντα πόλεις,
31 half of Gilead, and Ashtaroth and Edrei, cities of the kingdom of Og in Bashan, were for the children of Machir the son of Manasseh, for half of the children of Machir according to their families.
31 καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ καὶ ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν, πόλεις βασιλείας Ὢγ ἐν τῇ Βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχὶρ υἱοῦ Μανασσῆ, κατὰ δήμους αὐτῶν.
32 These are the areas which Moses had distributed as an inheritance in the plains of Moab on the other side of the Jordan, by Jericho eastward.
32 οὗτοι οὓς κατεκληρονόμησε Μωυσῆς πέραν τοῦ Ἰορδάνου ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπ' ἀνατολῶν.
33 But to the tribe of Levi Moses had given no inheritance; the LORD God of Israel was their inheritance, as He had said to them.
NKJV translation