en
Old Testament
1 “Is there not a time of hard service for man on earth? Are not his days also like the days of a hired man?
1 ΠΟΤΕΡΟΝ οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;
2 Like a servant who earnestly desires the shade, And like a hired man who eagerly looks for his wages,
2 ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν Κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;
3 So I have been allotted months of futility, And wearisome nights have been appointed to me.
3 οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.
4 When I lie down, I say, ‘When shall I arise, And the night be ended?’ For I have had my fill of tossing till dawn.
4 ἐὰν κοιμηθῶ, λέγω· πότε ἡμέρα; ὡς δ᾿ ἂν ἀναστῶ, πάλιν· πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ.
5 My flesh is caked with worms and dust, My skin is cracked and breaks out afresh.
5 φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.
6 “My days are swifter than a weaver’s shuttle, And are spent without hope.
6 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι.
7 Oh, remember that my life is a breath! My eye will never again see good.
7 μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.
8 The eye of him who sees me will see me no more; While your eyes are upon me, I shall no longer be.
8 οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με· οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμὶ
9 As the cloud disappears and vanishes away, So he who goes down to the grave does not come up.
9 ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ᾿ οὐρανοῦ. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾄδην, οὐκέτι μὴ ἀναβῇ,
10 He shall never return to his house, Nor shall his place know him anymore.
10 οὐδ᾿ οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδ' οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
11 “Therefore I will not restrain my mouth; I will speak in the anguish of my spirit; I will complain in the bitterness of my soul.
11 ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
12 Am I a sea, or a sea serpent, That You set a guard over me?
12 πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ᾿ ἐμὲ φυλακήν;
13 When I say, ‘My bed will comfort me, My couch will ease my complaint,’
13 εἶπα ὅτι παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου.
14 Then You scare me with dreams And terrify me with visions,
14 ἐκφοβεῖς με ἐνυπνίοις καὶ ὁράμασί με καταπλήσσεις.
15 So that my soul chooses strangling And death rather than my body.
15 ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου·
16 I loathe my life; I would not live forever. Let me alone, For my days are but a breath.
16 οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπ᾿ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος.
17 “What is man, that You should exalt him, That You should set Your heart on him,
17 τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν
18 That You should visit him every morning, And test him every moment?
18 ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωΐ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
19 How long? Will You not look away from me, And let me alone till I swallow my saliva?
19 ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ;
20 Have I sinned? What have I done to You, O watcher of men? Why have You set me as Your target, So that I am a burden to myself?
20 εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διατί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον;
21 Why then do You not pardon my transgression, And take away my iniquity? For now I will lie down in the dust, And You will seek me diligently, But I will no longer be.”
21 καὶ διατί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί.
NKJV translation