en
Old Testament
1 Then Job answered and said:
1 ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
2 “Oh, that my grief were fully weighed, And my calamity laid with it on the scales!
2 εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,
3 For then it would be heavier than the sand of the sea— Therefore my words have been rash.
3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται. ἀλλ᾿ ὡς ἔοικε τὰ ρήματά μού ἐστι φαῦλα·
4 For the arrows of the Almighty are within me; My spirit drinks in their poison; The terrors of God are arrayed against me.
4 βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
5 Does the wild donkey bray when it has grass, Or does the ox low over its fodder?
5 τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ᾿ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ρήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
6 Can flavorless food be eaten without salt? Or is there any taste in the white of an egg?
6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ρήμασι κενοῖς;
7 My soul refuses to touch them; They are as loathsome food to me.
7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος·
8 “Oh, that I might have my request, That God would grant me the thing that I long for!
8 εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Κύριος.
9 That it would please God to crush me, That He would loose His hand and cut me off!
9 ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω.
10 Then I would still have comfort; Though in anguish I would exult, He will not spare; For I have not concealed the words of the Holy One.
10 εἴη δέ μου πόλις τάφος, ἐφ᾿ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾿ αὐτῆς, οὐ φείσομαι· οὐ γὰρ ἐψευσάμην ρήματα ἅγια Θεοῦ μου.
11 “What strength do I have, that I should hope? And what is my end, that I should prolong my life?
11 τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;
12 Is my strength the strength of stones? Or is my flesh bronze?
12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσι χάλκεαι;
13 Is my help not within me? And is success driven from me?
13 ἢ οὐκ ἐπ᾿ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ᾿ ἐμοῦ ἄπεστιν.
14 “To him who is afflicted, kindness should be shown by his friend, Even though he forsakes the fear of the Almighty.
14 ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέ με.
15 My brothers have dealt deceitfully like a brook, Like the streams of the brooks that pass away,
15 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με.
16 Which are dark because of the ice, And into which the snow vanishes.
16 οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·
17 When it is warm, they cease to flow; When it is hot, they vanish from their place.
17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν,
18 The paths of their way turn aside, They go nowhere and perish.
18 οὕτω κἀγὼ καταλείφθην ὑπὸ πάντων. ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
19 The caravans of Tema look, The travelers of Sheba hope for them.
19 ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Σαβῶν, οἱ διορῶντες·
20 They are disappointed because they were confident; They come there and are confused.
20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες.
21 For now you are nothing, You see terror and are afraid.
21 ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε·
22 Did I ever say, ‘Bring something to me’? Or, ‘Offer a bribe for me from your wealth’?
22 τί γάρ; μή τι ἡμᾶς ᾔτησα ἢ τῆς παρ᾿ ὑμῶν ἰσχύος ἐπιδέομαι,
23 Or, ‘Deliver me from the enemy’s hand’? Or, ‘Redeem me from the hand of oppressors’?
23 ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ρύσασθαί με;
24 “Teach me, and I will hold my tongue; Cause me to understand wherein I have erred.
24 διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.
25 How forceful are right words! But what does your arguing prove?
25 ἀλλ᾿ ὡς ἔοικε, φαῦλα ἀληθινοῦ ρήματα, οὐ γὰρ παρ᾿ ὑμῶν ἰσχὺν αἰτοῦμαι·
26 Do you intend to rebuke my words, And the speeches of a desperate one, which are as wind?
26 οὐδὲ ἔλεγχος ὑμῶν ρήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ρήματος ἀνέξομαι.
27 Yes, you overwhelm the fatherless, And you undermine your friend.
27 πλὴν ὅτι ἐπ᾿ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
28 Now therefore, be pleased to look at me; For I would never lie to your face.
28 νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι.
29 Yield now, let there be no injustice! Yes, concede, my righteousness still stands!
29 καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
30 Is there injustice on my tongue? Cannot my taste discern the unsavory?
30 οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;
NKJV translation