en
Old Testament
1 “Call out now; Is there anyone who will answer you? And to which of the holy ones will you turn?
1 ΕΠΙΚΑΛΕΣΑΙ δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ·
2 For wrath kills a foolish man, And envy slays a simple one.
2 καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος,
3 I have seen the foolish taking root, But suddenly I cursed his dwelling place.
3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ρίζαν βάλλοντας, ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
4 His sons are far from safety, They are crushed in the gate, And there is no deliverer.
4 πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος·
5 Because the hungry eat up his harvest, Taking it even from the thorns, And a snare snatches their substance.
5 ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται. ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς·
6 For affliction does not come from the dust, Nor does trouble spring from the ground;
6 οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
7 Yet man is born to trouble, As the sparks fly upward.
7 ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
8 “But as for me, I would seek God, And to God I would commit my cause—
8 οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τῶν πάντων δεσπότην ἐπικαλέσομαι,
9 Who does great things, and unsearchable, Marvelous things without number.
9 τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
10 He gives rain on the earth, And sends waters on the fields.
10 τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾿ οὐρανόν·
11 He sets on high those who are lowly, And those who mourn are lifted to safety.
11 τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα·
12 He frustrates the devices of the crafty, So that their hands cannot carry out their plans.
12 διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
13 He catches the wise in their own craftiness, And the counsel of the cunning comes quickly upon them.
13 ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
14 They meet with darkness in the daytime, And grope at noontime as in the night.
14 ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί.
15 But He saves the needy from the sword, From the mouth of the mighty, And from their hand.
15 ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
16 So the poor have hope, And injustice shuts her mouth.
16 εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.
17 “Behold, happy is the man whom God corrects; Therefore do not despise the chastening of the Almighty.
17 μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου·
18 For He bruises, but He binds up; He wounds, but His hands make whole.
18 αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
19 He shall deliver you in six troubles, Yes, in seven no evil shall touch you.
19 ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
20 In famine He shall redeem you from death, And in war from the power of the sword.
20 ἐν λιμῷ ρύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.
21 You shall be hidden from the scourge of the tongue, And you shall not be afraid of destruction when it comes.
21 ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
22 You shall laugh at destruction and famine, And you shall not be afraid of the beasts of the earth.
22 ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
23 For you shall have a covenant with the stones of the field, And the beasts of the field shall be at peace with you.
23 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι.
24 You shall know that your tent is in peace; You shall visit your dwelling and find nothing amiss.
24 εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
25 You shall also know that your descendants shall be many, And your offspring like the grass of the earth.
25 γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
26 You shall come to the grave at a full age, As a sheaf of grain ripens in its season.
26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνία ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα.
27 Behold, this we have searched out; It is true. Hear it, and know for yourself.”
27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῶ εἴ τι ἔπραξας.
NKJV translation