en
Old Testament
1 Moreover the LORD answered Job, and said:
1 ΚΑΙ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ Ἰὼβ καὶ εἶπε·
2 “Shall the one who contends with the Almighty correct Him? He who rebukes God, let him answer it.”
2 μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτήν;
3 Then Job answered the LORD and said:
3 ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ Κυρίῳ·
4 “Behold, I am vile; What shall I answer You? I lay my hand over my mouth.
4 τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου·
5 Once I have spoken, but I will not answer; Yes, twice, but I will proceed no further.”
5 ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
6 Then the LORD answered Job out of the whirlwind, and said:
6 ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους·
7 “Now prepare yourself like a man; I will question you, and you shall answer Me:
7 μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι·
8 “Would you indeed annul My judgment? Would you condemn Me that you may be justified?
8 μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;
9 Have you an arm like God? Or can you thunder with a voice like His?
9 ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατ᾿ αὐτὸν βροντᾷς;
10 Then adorn yourself with majesty and splendor, And array yourself with glory and beauty.
10 ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι.
11 Disperse the rage of your wrath; Look on everyone who is proud, and humble him.
11 ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πάντα δὲ ὑβριστὴν ταπείνωσον·
12 Look on everyone who is proud, and bring him low; Tread down the wicked in their place.
12 ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,
13 Hide them in the dust together, Bind their faces in hidden darkness.
13 κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·
14 Then I will also confess to you That your own right hand can save you.
14 ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι.
15 “Look now at the behemoth, which I made along with you; He eats grass like an ox.
15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρά σοι, χόρτον ἴσα βουσὶν ἐσθίουσιν.
16 See now, his strength is in his hips, And his power is in his stomach muscles.
16 ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπ᾿ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ᾿ ὀμφαλοῦ γαστρός·
17 He moves his tail like a cedar; The sinews of his thighs are tightly knit.
17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·
18 His bones are like beams of bronze, His ribs like bars of iron.
18 αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ράχις αὐτοῦ σίδηρος χυτός.
19 He is the first of the ways of God; Only He who made him can bring near His sword.
19 τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
20 Surely the mountains yield food for him, And all the beasts of the field play there.
20 ἐπελθὼν δὲ ἐπ᾿ ὄρος ἀκρότομον ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ.
21 He lies under the lotus trees, In a covert of reeds and marsh.
21 ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον.
22 The lotus trees cover him with their shade; The willows by the brook surround him.
22 σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ραδάμνοις καὶ κλῶνες ἀγροῦ.
23 Indeed the river may rage, Yet he is not disturbed; He is confident, though the Jordan gushes into his mouth,
23 ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ· πέποιθεν ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ.
24 Though he takes it in his eyes, Or one pierces his nose with a snare.
24 ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ρῖνα.
25 ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ρῖνα αὐτοῦ;
26 εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;
27 λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς;
28 θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
29 παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;
30 ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη;
31 πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ.
32 ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.
NKJV translation