en
Old Testament
1 “Do you know the time when the wild mountain goats bear young? Or can you mark when the deer gives birth?
1 ΕΙ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων;
2 Can you number the months that they fulfill? Or do you know the time when they bear young?
2 ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔδυσας;
3 They bow down, They bring forth their young, They deliver their offspring.
3 ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου; ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς;
4 Their young ones are healthy, They grow strong with grain; They depart and do not return to them.
4 ἀπορρήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γεννήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.
5 “Who set the wild donkey free? Who loosed the bonds of the onager,
5 τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;
6 Whose home I have made the wilderness, And the barren land his dwelling?
6 ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα·
7 He scorns the tumult of the city; He does not heed the shouts of the driver.
7 καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων,
8 The range of the mountains is his pasture, And he searches after every green thing.
8 κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.
9 “Will the wild ox be willing to serve you? Will he bed by your manger?
9 βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου;
10 Can you bind the wild ox in the furrow with ropes? Or will he plow the valleys behind you?
10 δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ;
11 Will you trust him because his strength is great? Or will you leave your labor to him?
11 πέποιθας δὲ ἐπ᾿ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου;
12 Will you trust him to bring home your grain, And gather it to your threshing floor?
12 πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα;
13 “The wings of the ostrich wave proudly, But are her wings and pinions like the kindly stork’s?
13 πτέρυξ τερπομένων νεέλασα, ἐὰν συλλάβῃ ἀσίδα καὶ νέσσα·
14 For she leaves her eggs on the ground, And warms them in the dust;
14 ὅτι ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει
15 She forgets that a foot may crush them, Or that a wild beast may break them.
15 καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει·
16 She treats her young harshly, as though they were not hers; Her labor is in vain, without concern,
16 ἀπεσκλήρυνε τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν, εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου·
17 Because God deprived her of wisdom, And did not endow her with understanding.
17 ὅτι κατεσιώπησεν αὐτῇ ὁ Θεὸς σοφίαν καὶ οὐκ ἐπεμέρισεν αὐτῇ ἐν τῇ συνέσει.
18 When she lifts herself on high, She scorns the horse and its rider.
18 κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.
19 “Have you given the horse strength? Have you clothed his neck with thunder?
19 ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;
20 Can you frighten him like a locust? His majestic snorting strikes terror.
20 περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ;
21 He paws in the valley, and rejoices in his strength; He gallops into the clash of arms.
21 ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ·
22 He mocks at fear, and is not frightened; Nor does he turn back from the sword.
22 συναντῶν βασιλεῖ καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου·
23 The quiver rattles against him, The glittering spear and javelin.
23 ἐπ᾿ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα,
24 He devours the distance with fierceness and rage; Nor does he come to a halt because the trumpet has sounded.
24 καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ·
25 At the blast of the trumpet he says, ‘Aha!’ He smells the battle from afar, The thunder of captains and shouting.
25 σάλπιγγος δὲ σημαινούσης λέγει· εὖγε. πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ.
26 “Does the hawk fly by your wisdom, And spread its wings toward the south?
26 ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας, ἀκίνητος, καθορῶν τὰ πρὸς νότον;
27 Does the eagle mount up at your command, And make its nest on high?
27 ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται
28 On the rock it dwells and resides, On the crag of the rock and the stronghold.
28 ἐπ᾿ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ;
29 From there it spies out the prey; Its eyes observe from afar.
29 ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι·
30 Its young ones suck up blood; And where the slain are, there it is.”
30 νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ᾿ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.
NKJV translation