en
Old Testament
1 Then the LORD answered Job out of the whirlwind, and said:
1 ΜΕΤΑ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν·
2 “Who is this who darkens counsel By words without knowledge?
2 τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ρήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;
3 Now prepare yourself like a man; I will question you, and you shall answer Me.
3 ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
4 “Where were you when I laid the foundations of the earth? Tell Me, if you have understanding.
4 ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν.
5 Who determined its measurements? Surely you know! Or who stretched the line upon it?
5 τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾿ αὐτῆς;
6 To what were its foundations fastened? Or who laid its cornerstone,
6 ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ᾿ αὐτῆς;
7 When the morning stars sang together, And all the sons of God shouted for joy?
7 ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
8 “Or who shut in the sea with doors, When it burst forth and issued from the womb;
8 ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη.
9 When I made the clouds its garment, And thick darkness its swaddling band;
9 ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα.
10 When I fixed My limit for it, And set bars and doors;
10 ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας.
11 When I said, ‘This far you may come, but no farther, And here your proud waves must stop!’
11 εἶπα δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ᾿ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
12 “Have you commanded the morning since your days began, And caused the dawn to know its place,
12 ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν
13 That it might take hold of the ends of the earth, And the wicked be shaken out of it?
13 ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς;
14 It takes on form like clay under a seal, And stands out like a garment.
14 ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπί γῆς;
15 From the wicked their light is withheld, And the upraised arm is broken.
15 ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;
16 “Have you entered the springs of the sea? Or have you walked in search of the depths?
16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας;
17 Have the gates of death been revealed to you? Or have you seen the doors of the shadow of death?
17 ἀνοίγονταί δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;
18 Have you comprehended the breadth of the earth? Tell Me, if you know all this.
18 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ᾿ οὐρανόν; ἀνάγγειλον δή μοι, πόση τίς ἐστι;
19 “Where is the way to the dwelling of light? And darkness, where is its place,
19 ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος;
20 That you may take it to its territory, That you may know the paths to its home?
20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν;
21 Do you know it, because you were born then, Or because the number of your days is great?
21 οἶδας ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς;
22 “Have you entered the treasury of snow, Or have you seen the treasury of hail,
22 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας;
23 Which I have reserved for the time of trouble, For the day of battle and war?
23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν εἰς ἡμέραν πολέμων καὶ μάχης;
24 By what way is light diffused, Or the east wind scattered over the earth?
24 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ᾿ οὐρανόν;
25 “Who has divided a channel for the overflowing water, Or a path for the thunderbolt,
25 τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ρύσιν, ὁδὸν δὲ κυδοιμῶν
26 To cause it to rain on a land where there is no one, A wilderness in which there is no man;
26 τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ,
27 To satisfy the desolate waste, And cause to spring forth the growth of tender grass?
27 τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;
28 Has the rain a father? Or who has begotten the drops of dew?
28 τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου,
29 From whose womb comes the ice? And the frost of heaven, who gives it birth?
29 ἐκ γαστρὸς δέ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν,
30 The waters harden like stone, And the surface of the deep is frozen.
30 ἣ καταβαίνει ὥσπερ ὕδωρ ρέον; πρόσωπον ἀσεβοῦς τίς ἔπληξε;
31 “Can you bind the cluster of the Pleiades, Or loose the belt of Orion?
31 συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;
32 Can you bring out Mazzaroth in its season? Or can you guide the Great Bear with its cubs?
32 ἦ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ καὶ Ἓσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά;
33 Do you know the ordinances of the heavens? Can you set their dominion over the earth?
33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ᾿ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα;
34 “Can you lift up your voice to the clouds, That an abundance of water may cover you?
34 καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου;
35 Can you send out lightnings, that they may go, And say to you, ‘Here we are!’?
35 ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι· τί ἐστι;
36 Who has put wisdom in the mind? Or who has given understanding to the heart?
36 τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην;
37 Who can number the clouds by wisdom? Or who can pour out the bottles of heaven,
37 τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε;
38 When the dust hardens in clumps, And the clods cling together?
38 κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.
39 “Can you hunt the prey for the lion, Or satisfy the appetite of the young lions,
39 θηρεύσεις δὲ λέουσι βοράν, ψυχὰς δὲ δρακόντων ἐμπρήσεις;
40 When they crouch in their dens, Or lurk in their lairs to lie in wait?
40 δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες.
41 Who provides food for the raven, When its young ones cry to God, And wander about for lack of food?
41 τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες.
NKJV translation