en
Old Testament
1 “I have made a covenant with my eyes; Why then should I look upon a young woman?
1 ΔΙΑΘΗΚΗΝ ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον.
2 For what is the allotment of God from above, And the inheritance of the Almighty from on high?
2 καὶ τί ἐμέρισεν ὁ Θεὸς ἄνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων;
3 Is it not destruction for the wicked, And disaster for the workers of iniquity?
3 οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν;
4 Does He not see my ways, And count all my steps?
4 οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται;
5 “If I have walked with falsehood, Or if my foot has hastened to deceit,
5 εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον·
6 Let me be weighed on honest scales, That God may know my integrity.
6 ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου.
7 If my step has turned from the way, Or my heart walked after my eyes, Or if any spot adheres to my hands,
7 εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων,
8 Then let me sow, and another eat; Yes, let my harvest be rooted out.
8 σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς.
9 “If my heart has been enticed by a woman, Or if I have lurked at my neighbor’s door,
9 εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς,
10 Then let my wife grind for another, And let others bow down over her.
10 ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη·
11 For that would be wickedness; Yes, it would be iniquity deserving of judgment.
11 θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·
12 For that would be a fire that consumes to destruction, And would root out all my increase.
12 πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ᾿ ἂν ἐπέλθῃ ἐκ ριζῶν ἀπώλεσεν.
13 “If I have despised the cause of my male or female servant When they complained against me,
13 εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με,
14 What then shall I do when God rises up? When He punishes, how shall I answer Him?
14 τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιῆται ὁ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι;
15 Did not He who made me in the womb make them? Did not the same One fashion us in the womb?
15 πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.
16 “If I have kept the poor from their desire, Or caused the eyes of the widow to fail,
16 ἀδύνατοι δὲ χρείαν, ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα.
17 Or eaten my morsel by myself, So that the fatherless could not eat of it
17 εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα·
18 (But from my youth I reared him as a father, And from my mother’s womb I guided the widow);
18 ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατήρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·
19 If I have seen anyone perish for lack of clothing, Or any poor man without covering;
19 εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα αὐτόν,
20 If his heart has not blessed me, And if he was not warmed with the fleece of my sheep;
20 ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν·
21 If I have raised my hand against the fatherless, When I saw I had help in the gate;
21 εἰ ἐπῇρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν,
22 Then let my arm fall from my shoulder, Let my arm be torn from the socket.
22 ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.
23 For destruction from God is a terror to me, And because of His magnificence I cannot endure.
23 φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.
24 “If I have made gold my hope, Or said to fine gold, ‘You are my confidence’;
24 εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα,
25 If I have rejoiced because my wealth was great, And because my hand had gained much;
25 εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ᾿ ἀναριθμήτοις ἐθέμην χεῖρά μου·
26 If I have observed the sun when it shines, Or the moon moving in brightness,
26 ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ᾿ αὐτοῖς ἐστιν.
27 So that my heart has been secretly enticed, And my mouth has kissed my hand;
27 καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα,
28 This also would be an iniquity deserving of judgment, For I would have denied God who is above.
28 καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ Ὑψίστου.
29 “If I have rejoiced at the destruction of him who hated me, Or lifted myself up when evil found him
29 εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου· εὖγε,
30 (Indeed I have not allowed my mouth to sin By asking for a curse on his soul);
30 ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυλληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος.
31 If the men of my tent have not said, ‘Who is there that has not been satisfied with his meat?’
31 εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θαράπαιναί μου· τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος·
32 (But no sojourner had to lodge in the street, For I have opened my doors to the traveler);
32 ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο.
33 If I have covered my transgressions as Adam, By hiding my iniquity in my bosom,
33 εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,
34 Because I feared the great multitude, And dreaded the contempt of families, So that I kept silence And did not go out of the door—
34 οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν· εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ,
35 Oh, that I had one to hear me! Here is my mark. Oh, that the Almighty would answer me, That my Prosecutor had written a book!
35 τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δέ, ἣν εἶχον κατά τινος,
36 Surely I would carry it on my shoulder, And bind it on me like a crown;
36 ἐπ᾿ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον,
37 I would declare to Him the number of my steps; Like a prince I would approach Him.
37 καὶ εἰ μὴ ρήξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν παρὰ χρεωφειλέτου·
38 “If my land cries out against me, And its furrows weep together;
38 εἰ ἐπ᾿ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν,
39 If I have eaten its fruit without money, Or caused its owners to lose their lives;
39 εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα,
40 Then let thistles grow instead of wheat, And weeds instead of barley.” The words of Job are ended.
40 ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. καὶ ἐπαύσατο Ἰὼβ ρήμασιν.
NKJV translation