en
Old Testament
1 After this Job opened his mouth and cursed the day of his birth.
1 ΜΕΤΑ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ
2 And Job spoke, and said:
2 λέγων·
3 “May the day perish on which I was born, And the night in which it was said, ‘A male child is conceived.’
3 ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν· ἰδοὺ ἄρσεν.
4 May that day be darkness; May God above not seek it, Nor the light shine upon it.
4 ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·
5 May darkness and the shadow of death claim it; May a cloud settle on it; May the blackness of the day terrify it.
5 ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπ᾿ αὐτὴν γνόφος. καταραθείη ἡ ἡμέρα
6 As for that night, may darkness seize it; May it not rejoice among the days of the year, May it not come into the number of the months.
6 καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκαιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν·
7 Oh, may that night be barren! May no joyful shout come into it!
7 ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπ᾿ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή·
8 May those curse it who curse the day, Those who are ready to arouse Leviathan.
8 ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι.
9 May the stars of its morning be dark; May it look for light, but have none, And not see the dawning of the day;
9 σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα,
10 Because it did not shut up the doors of my mother’s womb, Nor hide sorrow from my eyes.
10 ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου· ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.
11 “Why did I not die at birth? Why did I not perish when I came from the womb?
11 διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην;
12 Why did the knees receive me? Or why the breasts, that I should nurse?
12 ἱνατί δὲ συνήντησάν μοι γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα;
13 For now I would have lain still and been quiet, I would have been asleep; Then I would have been at rest
13 νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην
14 With kings and counselors of the earth, Who built ruins for themselves,
14 μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν,
15 Or with princes who had gold, Who filled their houses with silver;
15 ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου,
16 Or why was I not hidden like a stillborn child, Like infants who never saw light?
16 ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς.
17 There the wicked cease from troubling, And there the weary are at rest.
17 ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι·
18 There the prisoners rest together; They do not hear the voice of the oppressor.
18 ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου.
19 The small and great are there, And the servant is free from his master.
19 μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ·
20 “Why is light given to him who is in misery, And life to the bitter of soul,
20 ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς;
21 Who long for death, but it does not come, And search for it more than hidden treasures;
21 οἳ ἱμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς,
22 Who rejoice exceedingly, And are glad when they can find the grave?
22 περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι.
23 Why is light given to a man whose way is hidden, And whom God has hedged in?
23 θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισε γὰρ ὁ Θεὸς κατ᾿ αὐτοῦ·
24 For my sighing comes before I eat, And my groanings pour out like water.
24 πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ·
25 For the thing I greatly feared has come upon me, And what I dreaded has happened to me.
25 φόβος γάρ, ὅν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι,
26 I am not at ease, nor am I quiet; I have no rest, for trouble comes.”
26 οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή.
NKJV translation