en
Old Testament
1 “Surely there is a mine for silver, And a place where gold is refined.
1 ΕΣΤΙ γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίου, ὅθεν διηθεῖται.
2 Iron is taken from the earth, And copper is smelted from ore.
2 σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.
3 Man puts an end to darkness, And searches every recess For ore in the darkness and the shadow of death.
3 τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται, λίθος σκοτία καὶ σκιὰ θανάτου.
4 He breaks open a shaft away from people; In places forgotten by feet They hang far away from men; They swing to and fro.
4 διακοπὴ χειμάρρου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν, ἐκ βροτῶν ἐσαλεύθησαν.
5 As for the earth, from it comes bread, But underneath it is turned up as by fire;
5 γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
6 Its stones are the source of sapphires, And it contains gold dust.
6 τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ.
7 That path no bird knows, Nor has the falcon’s eye seen it.
7 τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·
8 The proud lions have not trodden it, Nor has the fierce lion passed over it.
8 καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ᾿ αὐτῆς λέων.
9 He puts his hand on the flint; He overturns the mountains at the roots.
9 ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ριζῶν ὄρη·
10 He cuts out channels in the rocks, And his eye sees every precious thing.
10 δίνας δὲ ποταμῶν διέρρηξε, πᾶν δὲ ἔντιμον εἶδέ μου ὁ ὀφθαλμός.
11 He dams up the streams from trickling; What is hidden he brings forth to light.
11 βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξε δὲ αὐτοῦ δύναμιν εἰς φῶς.
12 “But where can wisdom be found? And where is the place of understanding?
12 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης;
13 Man does not know its value, Nor is it found in the land of the living.
13 οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις.
14 The deep says, ‘It is not in me’; And the sea says, ‘It is not with me.’
14 ἄβυσσος εἶπεν· οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν· οὐκ ἔστι μετ᾿ ἐμοῦ.
15 It cannot be purchased for gold, Nor can silver be weighed for its price.
15 οὐ δώσει συγκλεισμὸν ἀντ᾿ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς·
16 It cannot be valued in the gold of Ophir, In precious onyx or sapphire.
16 καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ὠφίρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ·
17 Neither gold nor crystal can equal it, Nor can it be exchanged for jewelry of fine gold.
17 οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ·
18 No mention shall be made of coral or quartz, For the price of wisdom is above rubies.
18 μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα·
19 The topaz of Ethiopia cannot equal it, Nor can it be valued in pure gold.
19 οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.
20 “From where then does wisdom come? And where is the place of understanding?
20 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως;
21 It is hidden from the eyes of all living, And concealed from the birds of the air.
21 λέληθε πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη·
22 Destruction and Death say, ‘We have heard a report about it with our ears.’
22 ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
23 God understands its way, And He knows its place.
23 ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς·
24 For He looks to the ends of the earth, And sees under the whole heavens,
24 αὐτὸς γὰρ τὴν ὑπ᾿ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν,
25 To establish a weight for the wind, And apportion the waters by measure.
25 ἀνέμων σταθμὸν ὕδατος μέτρα·
26 When He made a law for the rain, And a path for the thunderbolt,
26 ὅτι ἐποίησεν οὕτως, ἰδὼν ἠρίθμησε καὶ ὁδὸν ἐν τινάγματι φωνάς·
27 Then He saw wisdom and declared it; He prepared it, indeed, He searched it out.
27 τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν.
28 And to man He said, ‘Behold, the fear of the Lord, that is wisdom, And to depart from evil is understanding.’ ”
28 εἶπε δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.
NKJV translation