en
Old Testament
1 Then Job answered and said:
1 ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
2 “Even today my complaint is bitter; My hand is listless because of my groaning.
2 καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾿ ἐμῷ στεναγμῷ.
3 Oh, that I knew where I might find Him, That I might come to His seat!
3 τίς δ᾿ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος;
4 I would present my case before Him, And fill my mouth with arguments.
4 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων·
5 I would know the words which He would answer me, And understand what He would say to me.
5 γνοίην δὲ ἰάματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δέ τίνα μοι ἀπαγγελεῖ.
6 Would He contend with me in His great power? No! But He would take note of me.
6 καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται·
7 There the upright could reason with Him, And I would be delivered forever from my Judge.
7 ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾿ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου·
8 “Look, I go forward, but He is not there, And backward, but I cannot perceive Him;
8 εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ᾿ ἐσχάτοις τί οἶδα;
9 When He works on the left hand, I cannot behold Him; When He turns to the right hand, I cannot see Him.
9 ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψεται.
10 But He knows the way that I take; When He has tested me, I shall come forth as gold.
10 εἶδε γὰρ ἤδη ὁδόν μου, διέκρινε δέ με ὥσπερ τὸ χρυσίον.
11 My foot has held fast to His steps; I have kept His way and not turned aside.
11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω
12 I have not departed from the commandment of His lips; I have treasured the words of His mouth More than my necessary food.
12 ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ρήματα αὐτοῦ.
13 “But He is unique, and who can make Him change? And whatever His soul desires, that He does.
13 εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε.
14 For He performs what is appointed for me, And many such things are with Him.
14 διὰ τοῦτο ἐπ᾿ αὐτῷ ἐσπούδακα, νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ.
15 Therefore I am terrified at His presence; When I consider this, I am afraid of Him.
15 ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.
16 For God made my heart weak, And the Almighty terrifies me;
16 Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ Παντοκράτωρ ἐσπούδασέ με·
17 Because I was not cut off from the presence of darkness, And He did not hide deep darkness from my face.
17 οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος.
NKJV translation