en
Old Testament
1 “Behold, my eye has seen all this, My ear has heard and understood it.
1 ΙΔΟΥ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέ μου τὸ οὖς·
2 What you know, I also know; I am not inferior to you.
2 καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
3 But I would speak to the Almighty, And I desire to reason with God.
3 οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.
4 But you forgers of lies, You are all worthless physicians.
4 ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες.
5 Oh, that you would be silent, And it would be your wisdom!
5 εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.
6 Now hear my reasoning, And heed the pleadings of my lips.
6 ἀκούσατε ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε.
7 Will you speak wickedly for God, And talk deceitfully for Him?
7 πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον;
8 Will you show partiality for Him? Will you contend for God?
8 ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε.
9 Will it be well when He searches you out? Or can you mock Him as one mocks a man?
9 καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,
10 He will surely rebuke you If you secretly show partiality.
10 οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε,
11 Will not His excellence make you afraid, And the dread of Him fall upon you?
11 πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ᾿ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν;
12 Your platitudes are proverbs of ashes, Your defenses are defenses of clay.
12 ἀποβήσεται δὲ ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.
13 “Hold your peace with me, and let me speak, Then let come on me what may!
13 κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
14 Why do I take my flesh in my teeth, And put my life in my hands?
14 ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι, ψυχὴν δέ μου θήσω ἐν χειρί.
15 Though He slay me, yet will I trust Him. Even so, I will defend my own ways before Him.
15 ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
16 He also shall be my salvation, For a hypocrite could not come before Him.
16 καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
17 Listen carefully to my speech, And to my declaration with your ears.
17 ἀκούσατε ἀκούσατε τὰ ρήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
18 See now, I have prepared my case, I know that I shall be vindicated.
18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι·
19 Who is he who will contend with me? If now I hold my tongue, I perish.
19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;
20 “Only two things do not do to me, Then I will not hide myself from You:
20 δυοῖν δέ μοι χρήσῃ· τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι.
21 Withdraw Your hand far from me, And let not the dread of You make me afraid.
21 τὴν χεῖρα ἀπ᾿ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω.
22 Then call, and I will answer; Or let me speak, then You respond to me.
22 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.
23 How many are my iniquities and sins? Make me know my transgression and my sin.
23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί.
24 Why do You hide Your face, And regard me as Your enemy?
24 διατί ἀπ᾿ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι;
25 Will You frighten a leaf driven to and fro? And will You pursue dry stubble?
25 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;
26 For You write bitter things against me, And make me inherit the iniquities of my youth.
26 ὅτι κατέγραψας κατ᾿ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας,
27 You put my feet in the stocks, And watch closely all my paths. You set a limit for the soles of my feet.
27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ρίζας τῶν ποδῶν μου ἀφίκου·
28 “Man decays like a rotten thing, Like a garment that is moth-eaten.
28 ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.
NKJV translation