en
Old Testament
1 Then Zophar the Naamathite answered and said:
1 ΥΠΟΛΑΒΩΝ δὲ Σωφὰρ ὁ Μιναῖος λέγει·
2 “Should not the multitude of words be answered? And should a man full of talk be vindicated?
2 ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος; εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος.
3 Should your empty talk make men hold their peace? And when you mock, should no one rebuke you?
3 μὴ πολὺς ἐν ρήμασι γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι·
4 For you have said, ‘My doctrine is pure, And I am clean in your eyes.’
4 μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.
5 But oh, that God would speak, And open His lips against you,
5 ἀλλὰ πῶς ἂν ὁ Κύριος λαλήσαι πρός σε, καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ;
6 That He would show you the secrets of wisdom! For they would double your prudence. Know therefore that God exacts from you Less than your iniquity deserves.
6 εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατά σέ· καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας.
7 “Can you search out the deep things of God? Can you find out the limits of the Almighty?
7 ἦ ἴχνος Κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ Παντοκράτωρ;
8 They are higher than heaven— what can you do? Deeper than Sheol— what can you know?
8 ὑψηλὸς ὁ οὐρανός, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾃδου τί οἶδας;
9 Their measure is longer than the earth And broader than the sea.
9 ἢ μακρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης;
10 “If He passes by, imprisons, and gathers to judgment, Then who can hinder Him?
10 ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας;
11 For He knows deceitful men; He sees wickedness also. Will He not then consider it?
11 αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.
12 For an empty-headed man will be wise, When a wild donkey’s colt is born a man.
12 ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ.
13 “If you would prepare your heart, And stretch out your hands toward Him;
13 εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν,
14 If iniquity were in your hand, and you put it far away, And would not let wickedness dwell in your tents;
14 εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω.
15 Then surely you could lift up your face without spot; Yes, you could be steadfast, and not fear;
15 οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν, ἐκδύσῃ δὲ ρύπον, καὶ οὐ μὴ φοβηθῇς·
16 Because you would forget your misery, And remember it as waters that have passed away,
16 καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ.
17 And your life would be brighter than noonday. Though you were dark, you would be like the morning.
17 ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·
18 And you would be secure, because there is hope; Yes, you would dig around you, and take your rest in safety.
18 πεποιθώς τε ἔσῃ ὅτι ἔστι σοι ἐλπίς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.
19 You would also lie down, and no one would make you afraid; Yes, many would court your favor.
19 ἡσυχάσεις γάρ, καὶ οὐ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται.
20 But the eyes of the wicked will fail, And they shall not escape, And their hope—loss of life!”
20 σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.
NKJV translation