en
Old Testament
1 “My soul loathes my life; I will give free course to my complaint, I will speak in the bitterness of my soul.
1 ΚΑΜΝΩΝ τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπ᾿ αὐτὸν τὰ ρήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος
2 I will say to God, ‘Do not condemn me; Show me why You contend with me.
2 καὶ ἐρῶ πρὸς Κύριον· μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας;
3 Does it seem good to You that You should oppress, That You should despise the work of Your hands, And smile on the counsel of the wicked?
3 ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες;
4 Do You have eyes of flesh? Or do You see as man sees?
4 ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ;
5 Are Your days like the days of a mortal man? Are Your years like the days of a mighty man,
5 ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός;
6 That You should seek for my iniquity And search out my sin,
6 ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας;
7 Although You know that I am not wicked, And there is no one who can deliver from Your hand?
7 οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;
8 ‘Your hands have made me and fashioned me, An intricate unity; Yet You would destroy me.
8 αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας.
9 Remember, I pray, that You have made me like clay. And will You turn me into dust again?
9 μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.
10 Did You not pour me out like milk, And curdle me like cheese,
10 ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ;
11 Clothe me with skin and flesh, And knit me together with bones and sinews?
11 δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας.
12 You have granted me life and favor, And Your care has preserved my spirit.
12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾿ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.
13 ‘And these things You have hidden in Your heart; I know that this was with You:
13 ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν.
14 If I sin, then You mark me, And will not acquit me of my iniquity.
14 ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.
15 If I am wicked, woe to me; Even if I am righteous, I cannot lift up my head. I am full of disgrace; See my misery!
15 ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί.
16 If my head is exalted, You hunt me like a fierce lion, And again You show Yourself awesome against me.
16 ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν, πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις
17 You renew Your witnesses against me, And increase Your indignation toward me; Changes and war are ever with me.
17 ἐπανακαινίζων ἐπ᾿ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ᾿ ἐμὲ πειρατήρια.
18 ‘Why then have You brought me out of the womb? Oh, that I had perished and no eye had seen me!
18 ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε,
19 I would have been as though I had not been. I would have been carried from the womb to the grave.
19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
20 Are not my days few? Cease! Leave me alone, that I may take a little comfort,
20 ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν
21 Before I go to the place from which I shall not return, To the land of darkness and the shadow of death,
21 πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν,
22 A land as dark as darkness itself, As the shadow of death, without any order, Where even the light is like darkness.’ ”
22 εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.
NKJV translation