en
Old Testament
1 Oh, that my head were waters, And my eyes a fountain of tears, That I might weep day and night For the slain of the daughter of my people!
1 ΤΙΣ δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;
2 Oh, that I had in the wilderness A lodging place for travelers; That I might leave my people, And go from them! For they are all adulterers, An assembly of treacherous men.
2 τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν; ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων.
3 “And like their bow they have bent their tongues for lies. They are not valiant for the truth on the earth. For they proceed from evil to evil, And they do not know Me,” says the LORD.
3 καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον, ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ Κύριος.
4 “Everyone take heed to his neighbor, And do not trust any brother; For every brother will utterly supplant, And every neighbor will walk with slanderers.
4 ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε καὶ ἐπ' ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται.
5 Everyone will deceive his neighbor, And will not speak the truth; They have taught their tongue to speak lies; They weary themselves to commit iniquity.
5 ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσι· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι.
6 Your dwelling place is in the midst of deceit; Through deceit they refuse to know Me,” says the LORD.
6 τόκος ἐπὶ τόκῳ καὶ δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με, φησὶ Κύριος.
7 Therefore thus says the LORD of hosts: “Behold, I will refine them and try them; For how shall I deal with the daughter of My people?
7 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου.
8 Their tongue is an arrow shot out; It speaks deceit; One speaks peaceably to his neighbor with his mouth, But in his heart he lies in wait.
8 βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ρήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.
9 Shall I not punish them for these things?” says the LORD. “Shall I not avenge Myself on such a nation as this?”
9 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
10 I will take up a weeping and wailing for the mountains, And for the dwelling places of the wilderness a lamentation, Because they are burned up, So that no one can pass through; Nor can men hear the voice of the cattle. Both the birds of the heavens and the beasts have fled; They are gone.
10 Ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο.
11 “I will make Jerusalem a heap of ruins, a den of jackals. I will make the cities of Judah desolate, without an inhabitant.”
11 καὶ δώσω τὴν Ἱερουσαλὴμ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν θήσομαι, παρὰ τὸ μὴ κατοικεῖσθαι.
12 Who is the wise man who may understand this? And who is he to whom the mouth of the LORD has spoken, that he may declare it? Why does the land perish and burn up like a wilderness, so that no one can pass through?
12 τίς ὁ ἄνθρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο; καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς αὐτόν, ἀναγγειλάτω ὑμῖν· ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν;
13 And the LORD said, “Because they have forsaken My law which I set before them, and have not obeyed My voice, nor walked according to it,
13 καὶ εἶπε Κύριος πρός με· διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,
14 but they have walked according to the dictates of their own hearts and after the Baals, which their fathers taught them,”
14 ἀλλ' ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων, ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν·
15 therefore thus says the LORD of hosts, the God of Israel: “Behold, I will feed them, this people, with wormwood, and give them water of gall to drink.
15 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς
16 I will scatter them also among the Gentiles, whom neither they nor their fathers have known. And I will send a sword after them until I have consumed them.”
16 καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπ' αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ.
17 Thus says the LORD of hosts: “Consider and call for the mourning women, That they may come; And send for skillful wailing women, That they may come.
17 τάδε λέγει Κύριος· καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν
18 Let them make haste And take up a wailing for us, That our eyes may run with tears, And our eyelids gush with water.
18 καὶ λαβέτωσαν ἐφ' ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ρείτω ὕδωρ.
19 For a voice of wailing is heard from Zion: ‘How we are plundered! We are greatly ashamed, Because we have forsaken the land, Because we have been cast out of our dwellings.’ ”
19 ὅτι φωνὴ οἴκτου ἠκούσθη ἐν Σιών· πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα, ὅτι ἐγκατελίπομεν τὴν γῆν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμῶν.
20 Yet hear the word of the LORD, O women, And let your ear receive the word of His mouth; Teach your daughters wailing, And everyone her neighbor a lamentation.
20 ἀκούσατε δή, γυναῖκες, λόγον Θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον καὶ γυνὴ τὸν πλησίον αὐτῆς θρῆνον.
21 For death has come through our windows, Has entered our palaces, To kill off the children— no longer to be outside! And the young men— no longer on the streets!
21 ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν, εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν.
22 Speak, “Thus says the LORD: ‘Even the carcasses of men shall fall as refuse on the open field, Like cuttings after the harvester, And no one shall gather them.’ ”
22 καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν καὶ ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων. ~
23 Thus says the LORD: “Let not the wise man glory in his wisdom, Let not the mighty man glory in his might, Nor let the rich man glory in his riches;
23 Τάδε λέγει Κύριος· μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,
24 But let him who glories glory in this, That he understands and knows Me, That I am the LORD, exercising lovingkindness, judgment, and righteousness in the earth. For in these I delight,” says the LORD.
24 ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ γινώσκεν ὅτι ἐγώ εἰμι Κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος.
25 “Behold, the days are coming,” says the LORD, “that I will punish all who are circumcised with the uncircumcised—
25 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν,
26 Egypt, Judah, Edom, the people of Ammon, Moab, and all who are in the farthest corners, who dwell in the wilderness. For all these nations are uncircumcised, and all the house of Israel are uncircumcised in the heart.”
26 ἐπ' Αἴγυπτον καὶ ἐπὶ Ἰδουμαίαν καὶ ἐπὶ Ἐδὼμ καὶ ἐπὶ υἱοὺς Ἀμμὼν καὶ ἐπὶ υἱοὺς Μωὰβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ· ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί, καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν.
NKJV translation