en
Old Testament
1 “O you children of Benjamin, Gather yourselves to flee from the midst of Jerusalem! Blow the trumpet in Tekoa, And set up a signal-fire in Beth Haccerem; For disaster appears out of the north, And great destruction.
1 ΕΝΙΣΧΥΣΑΤΕ, υἱοὶ Βενιαμίν, ἐκ μέσου τῆς Ἱερουσαλὴμ καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται,
2 I have likened the daughter of Zion To a lovely and delicate woman.
2 καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου, θύγατερ Σιών.
3 The shepherds with their flocks shall come to her. They shall pitch their tents against her all around. Each one shall pasture in his own place.”
3 εἰς αὐτὴν ἥξουσι ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.
4 “Prepare war against her; Arise, and let us go up at noon. Woe to us, for the day goes away, For the shadows of the evening are lengthening.
4 παρασκευάσασθε ἐπ' αὐτὴν εἰς πόλεμον, ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας.
5 Arise, and let us go by night, And let us destroy her palaces.”
5 ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτὴν νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς.
6 For thus has the LORD of hosts said: “Cut down trees, And build a mound against Jerusalem. This is the city to be punished. She is full of oppression in her midst.
6 ὅτι τάδε λέγει Κύριος· ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ἱερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ.
7 As a fountain wells up with water, So she wells up with her wickedness. Violence and plundering are heard in her. Before Me continually are grief and wounds.
7 ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός. πόνῳ καὶ μάστιγι
8 Be instructed, O Jerusalem, Lest My soul depart from you; Lest I make you desolate, A land not inhabited.”
8 παιδευθήσῃ Ἱερουσαλήμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικηθήσεται.
9 Thus says the LORD of hosts: “They shall thoroughly glean as a vine the remnant of Israel; As a grape-gatherer, put your hand back into the branches.”
9 ὅτι τάδε λέγει Κύριος· καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραήλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.
10 To whom shall I speak and give warning, That they may hear? Indeed their ear is uncircumcised, And they cannot give heed. Behold, the word of the LORD is a reproach to them; They have no delight in it.
10 πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ρῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι.
11 Therefore I am full of the fury of the LORD. I am weary of holding it in. “I will pour it out on the children outside, And on the assembly of young men together; For even the husband shall be taken with the wife, The aged with him who is full of days.
11 καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς. ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν.
12 And their houses shall be turned over to others, Fields and wives together; For I will stretch out My hand Against the inhabitants of the land,” says the LORD.
12 καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος.
13 “Because from the least of them even to the greatest of them, Everyone is given to covetousness; And from the prophet even to the priest, Everyone deals falsely.
13 ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ.
14 They have also healed the hurt of My people slightly, Saying, ‘Peace, peace!’ When there is no peace.
14 καὶ ἰῶντο σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες· εἰρήνη ~ εἰρήνη. καὶ ποῦ ἐστιν εἰρήνη;
15 Were they ashamed when they had committed abomination? No! They were not at all ashamed; Nor did they know how to blush. Therefore they shall fall among those who fall; At the time I punish them, They shall be cast down,” says the LORD.
15 κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδ' ὡς καταισχυνόμενοι κατῃσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, εἶπε Κύριος.
16 Thus says the LORD: “Stand in the ways and see, And ask for the old paths, where the good way is, And walk in it; Then you will find rest for your souls. But they said, ‘We will not walk in it.’
16 τάδε λέγει Κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. καὶ εἶπαν· οὐ πορευσόμεθα.
17 Also, I set watchmen over you, saying, ‘Listen to the sound of the trumpet!’ But they said, ‘We will not listen.’
17 καθέστακα ἐφ' ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν· οὐκ ἀκουσόμεθα.
18 Therefore hear, you nations, And know, O congregation, what is among them.
18 διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν.
19 Hear, O earth! Behold, I will certainly bring calamity on this people— The fruit of their thoughts, Because they have not heeded My words Nor My law, but rejected it.
19 ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο.
20 For what purpose to Me Comes frankincense from Sheba, And sweet cane from a far country? Your burnt offerings are not acceptable, Nor your sacrifices sweet to Me.”
20 ἱνατί μοι λίβανον ἐκ Σαβὰ φέρετε καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.
21 Therefore thus says the LORD: “Behold, I will lay stumbling blocks before this people, And the fathers and the sons together shall fall on them. The neighbor and his friend shall perish.”
21 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῷ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.
22 Thus says the LORD: “Behold, a people comes from the north country, And a great nation will be raised from the farthest parts of the earth.
22 τάδε λέγει Κύριος· ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐξεγερθήσονται ἀπ' ἐσχάτου τῆς γῆς·
23 They will lay hold on bow and spear; They are cruel and have no mercy; Their voice roars like the sea; And they ride on horses, As men of war set in array against you, O daughter of Zion.”
23 τόξον καὶ ζιβύνην κρατήσουσιν, ἰταμός ἐστι καὶ οὐκ ἐλεήσει, φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα, ἐφ' ἵπποις καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Σιών.
24 We have heard the report of it; Our hands grow feeble. Anguish has taken hold of us, Pain as of a woman in labor.
24 ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης.
25 Do not go out into the field, Nor walk by the way. Because of the sword of the enemy, Fear is on every side.
25 μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ρομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.
26 O daughter of my people, Dress in sackcloth And roll about in ashes! Make mourning as for an only son, most bitter lamentation; For the plunderer will suddenly come upon us.
26 θύγατερ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασσε ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ, κοπετὸν οἰκτρόν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ' ὑμᾶς.
27 “I have set you as an assayer and a fortress among My people, That you may know and test their way.
27 δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν·
28 They are all stubborn rebels, walking as slanderers. They are bronze and iron, They are all corrupters;
28 πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.
29 The bellows blow fiercely, The lead is consumed by the fire; The smelter refines in vain, For the wicked are not drawn off.
29 ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός, ἐξέλιπε μόλυβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.
30 People will call them rejected silver, Because the LORD has rejected them.”
30 ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.
NKJV translation