en
Old Testament
1 “Run to and fro through the streets of Jerusalem; See now and know; And seek in her open places If you can find a man, If there is anyone who executes judgment, Who seeks the truth, And I will pardon her.
1 ΠΕΡΙΔΡΑΜΕΤΕ ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρίμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος.
2 Though they say, ‘As the LORD lives,’ Surely they swear falsely.”
2 ζῇ Κύριος, λέγουσι· διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι;
3 O LORD, are not Your eyes on the truth? You have stricken them, But they have not grieved; You have consumed them, But they have refused to receive correction. They have made their faces harder than rock; They have refused to return.
3 Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτούς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.
4 Therefore I said, “Surely these are poor. They are foolish; For they do not know the way of the LORD, The judgment of their God.
4 καὶ ἐγὼ εἶπα· ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν Θεοῦ·
5 I will go to the great men and speak to them, For they have known the way of the LORD, The judgment of their God.” But these have altogether broken the yoke And burst the bonds.
5 πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν Θεοῦ· καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς.
6 Therefore a lion from the forest shall slay them, A wolf of the deserts shall destroy them; A leopard will watch over their cities. Everyone who goes out from there shall be torn in pieces, Because their transgressions are many; Their backslidings have increased.
6 διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπ' αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν.
7 “How shall I pardon you for this? Your children have forsaken Me And sworn by those that are not gods. When I had fed them to the full, Then they committed adultery And assembled themselves by troops in the harlots’ houses.
7 ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς· καὶ ἐχόρτασα αὐτοὺς καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατέλυον.
8 They were like well-fed lusty stallions; Every one neighed after his neighbor’s wife.
8 ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον.
9 Shall I not punish them for these things?” says the LORD. “And shall I not avenge Myself on such a nation as this?
9 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος. ἢ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
10 “Go up on her walls and destroy, But do not make a complete end. Take away her branches, For they are not the LORD’s.
10 ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου εἰσίν.
11 For the house of Israel and the house of Judah Have dealt very treacherously with Me,” says the LORD.
11 ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμέ, λέγει Κύριος, οἶκος Ἰσραὴλ καὶ οἶκος Ἰούδα.
12 They have lied about the LORD, And said, “It is not He. Neither will evil come upon us, Nor shall we see sword or famine.
12 ἐψεύσατο τῷ Κυρίῳ αὐτῶν καὶ εἶπαν· οὐκ ἔστι ταῦτα· οὐχ ἥξει ἐφ' ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα·
13 And the prophets become wind, For the word is not in them. Thus shall it be done to them.”
13 οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς.
14 Therefore thus says the LORD God of hosts: “Because you speak this word, Behold, I will make My words in your mouth fire, And this people wood, And it shall devour them.
14 διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ· ἀνθ' ὧν ἐλαλήσατε τὸ ρῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς.
15 Behold, I will bring a nation against you from afar, O house of Israel,” says the LORD. “It is a mighty nation, It is an ancient nation, A nation whose language you do not know, Nor can you understand what they say.
15 ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος πόρρωθεν, οἶκος Ἰσραήλ, λέγει Κύριος, ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ·
16 Their quiver is like an open tomb; They are all mighty men.
16 πάντες ἰσχυροὶ καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν
17 And they shall eat up your harvest and your bread, Which your sons and daughters should eat. They shall eat up your flocks and your herds; They shall eat up your vines and your fig trees; They shall destroy your fortified cities, In which you trust, with the sword.
17 καὶ τοὺς ἄρτους ὑμῶν καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσι τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐφ' αἷς ὑμεῖς πεποίθατε ἐπ' αὐταῖς, ἐν ρομφαίᾳ.
18 “Nevertheless in those days,” says the LORD, “I will not make a complete end of you.
18 καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος ὁ Θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν.
19 And it will be when you say, ‘Why does the LORD our God do all these things to us?’ then you shall answer them, ‘Just as you have forsaken Me and served foreign gods in your land, so you shall serve aliens in a land that is not yours.’
19 καὶ ἔσται ὅταν εἴπητε· τίνος ἕνεκεν ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν πάντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς· ἀνθ' ὧν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ γῇ οὐχ ὑμῶν.
20 “Declare this in the house of Jacob And proclaim it in Judah, saying,
20 ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ἰακώβ, καὶ ἀκουσθήτω ἐν τῷ οἴκῳ Ἰούδα.
21 ‘Hear this now, O foolish people, Without understanding, Who have eyes and see not, And who have ears and hear not:
21 ἀκούσατε δὴ ταῦτα, λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι.
22 Do you not fear Me?’ says the LORD. ‘Will you not tremble at My presence, Who have placed the sand as the bound of the sea, By a perpetual decree, that it cannot pass beyond it? And though its waves toss to and fro, Yet they cannot prevail; Though they roar, yet they cannot pass over it.
22 μὴ ἐμὲ οὐ φοβηθήσεσθε; λέγει Κύριος, ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχθήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό.
23 But this people has a defiant and rebellious heart; They have revolted and departed.
23 τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής, καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν·
24 They do not say in their heart, “Let us now fear the LORD our God, Who gives rain, both the former and the latter, in its season. He reserves for us the appointed weeks of the harvest.”
24 καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν· φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ καὶ ἐφύλαξεν ἡμῖν.
25 Your iniquities have turned these things away, And your sins have withheld good from you.
25 αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφ' ὑμῶν·
26 ‘For among My people are found wicked men; They lie in wait as one who sets snares; They set a trap; They catch men.
26 ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς καὶ παγίδας ἔστησαν τοῦ διαφθεῖραι ἄνδρας καὶ συνελαμβάνοσαν.
27 As a cage is full of birds, So their houses are full of deceit. Therefore they have become great and grown rich.
27 ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διὰ τοῦτο ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν·
28 They have grown fat, they are sleek; Yes, they surpass the deeds of the wicked; They do not plead the cause, The cause of the fatherless; Yet they prosper, And the right of the needy they do not defend.
28 καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν.
29 Shall I not punish them for these things?’ says the LORD. ‘Shall I not avenge Myself on such a nation as this?’
29 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
30 “An astonishing and horrible thing Has been committed in the land:
30 ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς.
31 The prophets prophesy falsely, And the priests rule by their own power; And My people love to have it so. But what will you do in the end?
31 οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;
NKJV translation